ταῦτα εἶπας ὁ Ἀστυάγης ἀποπέμπει τὸν Κῦρον . νοστήσαντα δέ μιν ἐς τοῦ Καμβύσεω τὰ οἰκία ἐδέξαντο οἱ γεινάμενοι , καὶ δεξάμενοι ὡς ἐπύθοντο , μεγάλως ἀσπάζοντο οἷα δὴ ἐπιστάμενοι αὐτίκα τότε τελευτῆσαι , ἱστόρεόν τε ὅτεῳ τρόπῳ περιγένοιτο .
ὁ δέ σφι ἔλεγε , φὰς πρὸ τοῦ μὲν οὐκ εἰδέναι ἀλλʼ ἡμαρτηκέναι πλεῖστον , κατʼ ὁδὸν δὲ πυθέσθαι πᾶσαν τὴν ἑωυτοῦ πάθην · ἐπίστασθαι μὲν γὰρ ὡς βουκόλου τοῦ Ἀστυάγεος εἴη παῖς , ἀπὸ δὲ τῆς κεῖθεν ὁδοῦ τὸν πάντα λόγον τῶν πομπῶν πυθέσθαι . τραφῆναι
δὲ ἔλεγε ὑπὸ τῆς τοῦ βουκόλου γυναικός , ἤιέ τε ταύτην αἰνέων διὰ παντός , ἦν τέ οἱ ἐν τῷ λόγῳ τὰ πάντα ἡ Κυνώ . οἱ δὲ τοκέες παραλαβόντες τὸ οὔνομα τοῦτο , ἵνα θειοτέρως δοκέῃ τοῖσι Πέρσῃσι περιεῖναί σφι ὁ παῖς , κατέβαλον φάτιν ὡς ἐκκείμενον Κῦρον κύων ἐξέθρεψε .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.