ταῦτα λέγων οὐκ ἔπειθε τὸν Ξέρξην τέσσερας μὲν δὴ παρεξῆκε ἡμέρας , ἐλπίζων αἰεί σφεας ἀποδρήσεσθαι · πέμπτῃ δέ , ὡς οὐκ ἀπαλλάσσοντο ἀλλά οἱ ἐφαίνοντο ἀναιδείῃ τε καὶ ἀβουλίῃ διαχρεώμενοι μένειν , πέμπει ἐπʼ αὐτοὺς Μήδους τε καὶ Κισσίους θυμωθείς , ἐντειλάμενος σφέας ζωγρήσαντας ἄγειν ἐς ὄψιν τὴν ἑωυτοῦ .
ὡς δʼ ἐσέπεσον φερόμενοι ἐς τοὺς Ἕλληνας οἱ Μῆδοι , ἔπιπτον πολλοί , ἄλλοι δʼ ἐπεσήισαν , καὶ οὐκ ἀπηλαύνοντο , καίπερ μεγάλως προσπταίοντες . δῆλον δʼ ἐποίευν παντί τεῳ καὶ οὐκ ἥκιστα αὐτῷ βασιλέι , ὅτι πολλοὶ μὲν ἄνθρωποι εἶεν , ὀλίγοι δὲ ἄνδρες . ἐγίνετο δὲ ἡ συμβολὴ διʼ ἡμέρης .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.