ὃ μὲν ταῦτα εἴπας τε καὶ ἐπισχὼν χρόνον , ὥς οἱ οὐδεὶς οὐδὲν ὑπεκρίνατο , ἀπαλλάσσετο ὀπίσω , ἀπελθὼν δὲ ἐσήμαινε Μαρδονίῳ τὰ καταλαβόντα . ὁ δὲ περιχαρὴς γενόμενος καὶ ἐπαερθεὶς ψυχρῇ νίκῃ ἐπῆκε τὴν ἵππον ἐπὶ τοὺς Ἕλληνας .
ὡς δὲ ἐπήλασαν οἱ ἱππόται , ἐσίνοντο πᾶσαν τὴν στρατιὴν τὴν Ἑλληνικὴν ἐσακοντίζοντές τε καὶ τοξεύοντες ὥστε ἱπποτοξόται τε ἐόντες καὶ προσφέρεσθαι ἄποροι · τήν τε κρήνην τὴν Γαργαφίην , ἀπʼ ἧς ὑδρεύετο πᾶν τὸ στράτευμα τὸ Ἑλληνικόν , συνετάραξαν καὶ συνέχωσαν . ἦσαν
μὲν ὦν κατὰ τὴν κρήνην Λακεδαιμόνιοι τεταγμένοι μοῦνοι , τοῖσι δὲ ἄλλοισι Ἕλλησι ἡ μὲν κρήνη πρόσω ἐγίνετο , ὡς ἕκαστοι ἔτυχον τεταγμένοι , ὁ δὲ Ἀσωπὸς ἀγχοῦ · ἐρυκόμενοι δὲ τοῦ Ἀσωποῦ οὕτω δὴ ἐπὶ τὴν κρήνην ἐφοίτων · ἀπὸ τοῦ ποταμοῦ γάρ σφι οὐκ ἐξῆν ὕδωρ φορέεσθαι ὑπό τε τῶν ἱππέων καὶ τοξευμάτων .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.