ἀποθανόντος δὲ Δαρείου ἡ βασιληίη ἀνεχώρησε ἐς τὸν παῖδα τὸν ἐκείνου Ξέρξην . ὁ τοίνυν Ξέρξης ἐπὶ μὲν τὴν Ἑλλάδα οὐδαμῶς πρόθυμος ἦν κατʼ ἀρχὰς στρατεύεσθαι , ἐπὶ δὲ Αἴγυπτον ἐποιέετο στρατιῆς ἄγερσιν . παρεὼν δὲ καὶ δυνάμενος παρʼ αὐτῷ μέγιστον Περσέων Μαρδόνιος ὁ Γοβρύεω , ὃς ἦν Ξέρξῃ μὲν ἀνεψιὸς Δαρείου δὲ ἀδελφεῆς παῖς , τοιούτου λόγου εἴχετο , λέγων
δέσποτα , οὐκ οἰκός ἐστι Ἀθηναίους ἐργασαμένους πολλὰ δὴ κακὰ Πέρσας μὴ οὐ δοῦναι δίκην τῶν ἐποίησαν . ἀλλʼ εἰ τὸ μὲν νῦν ταῦτα πρήσσοις τά περ ἐν χερσὶ ἔχεις · ἡμερώσας δὲ Αἴγυπτον τὴν ἐξυβρίσασαν στρατηλάτεε ἐπὶ τὰς Ἀθήνας , ἵνα λόγος τέ σε ἔχῃ πρὸς ἀνθρώπων ἀγαθός , καί τις ὕστερον φυλάσσηται ἐπὶ γῆν τὴν σὴν στρατεύεσθαι .
οὗτος μέν οἱ ὁ λόγος ἦν τιμωρός · τοῦδε δὲ τοῦ λόγου παρενθήκην ποιεέσκετο τήνδε , ὡς ἡ Εὐρώπη περικαλλὴς εἴη χώρη , καὶ δένδρεα παντοῖα φέρει τὰ ἥμερα , ἀρετήν τε ἄκρη , βασιλέι τε μούνῳ θνητῶν ἀξίη ἐκτῆσθαι .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.