ταῦτα δέ μιν ποιεῦντα ἐδικαίωσε Κροῖσος ὁ Λυδὸς νουθετῆσαι τοῖσιδε τοῖσι ἔπεσι . ὦ βασιλεῦ , μὴ πάντα ἡλικίῃ καὶ θυμῷ ἐπίτραπε , ἀλλʼ ἴσχε καὶ καταλάμβανε σεωυτόν · ἀγαθόν τι πρόνοον εἶναι , σοφὸν δὲ ἡ προμηθίη . σὺ δὲ κτείνεις μὲν ἄνδρας σεωυτοῦ πολιήτας ἐπʼ οὐδεμιῇ αἰτίῃ ἀξιοχρέῳ ἑλών , κτείνεις δὲ παῖδας .
ἢν δὲ πολλὰ τοιαῦτα ποιέῃς , ὅρα ὅκως μή σευ ἀποστήσονται Πέρσαι . ἐμοὶ δὲ πατὴρ σὸς Κῦρος ἐνετέλλετο πολλὰ κελεύων σε νουθετέειν καὶ ὑποτίθεσθαι ὅ τι ἂν εὑρίσκω ἀγαθόν . ὃ μὲν δὴ εὐνοίην φαίνων συνεβούλευέ οἱ ταῦτα · ὃ δʼ ἀμείβετο τοῖσιδε .
σὺ καὶ ἐμοὶ τολμᾷς συμβουλεύειν , ὃς χρηστῶς μὲν τὴν σεωυτοῦ πατρίδα ἐπετρόπευσας , εὖ δὲ τῷ πατρὶ τῷ ἐμῷ συνεβούλευσας , κελεύων αὐτὸν Ἀράξεα ποταμὸν διαβάντα ἰέναι ἐπὶ Μασσαγέτας , βουλομένων ἐκείνων διαβαίνειν ἐς τὴν ἡμετέρην , καὶ ἀπὸ μὲν σεωυτὸν ὤλεσας τῆς σεωυτοῦ πατρίδος κακῶς προστάς , ἀπὸ δὲ ὤλεσας Κῦρον πειθόμενον σοί , ἀλλʼ οὔτι χαίρων , ἐπεί τοι καὶ πάλαι ἐς σὲ προφάσιός τευ ἐδεόμην ἐπιλαβέσθαι .
ταῦτα δὲ εἴπας ἐλάμβανε τὸ τόξον ὡς κατατοξεύσων αὐτόν , Κροῖσος δὲ ἀναδραμὼν ἔθεε ἔξω . ὁ δὲ ἐπείτε τοξεῦσαι οὐκ εἶχε , ἐνετείλατο τοῖσι θεράπουσι λαβόντας μιν ἀποκτεῖναι .
οἱ δὲ θεράποντες ἐπιστάμενοι τὸν τρόπον αὐτοῦ κατακρύπτουσι τὸν Κροῖσον ἐπὶ τῷδε τῷ λόγῳ ὥστε , εἰ μὲν μεταμελήσῃ τῷ Καμβύσῃ καὶ ἐπιζητέῃ τὸν Κροῖσον , οἳ δὲ ἐκφήναντες αὐτὸν δῶρα λάμψονται ζωάγρια Κροίσου , ἢν δὲ μὴ μεταμέληται μηδὲ ποθέῃ μιν , τότε καταχρᾶσθαι . ἐπόθησέ
τε δὴ ὁ Καμβύσης τὸν Κροῖσον οὐ πολλῷ μετέπειτα χρόνῳ ὕστερον , καὶ οἱ θεράποντες μαθόντες τοῦτο ἐπηγγέλλοντο αὐτῷ ὡς περιείη . Καμβύσης δὲ Κροίσῳ μὲν συνήδεσθαι ἔφη περιεόντι , ἐκείνους μέντοι τοὺς περιποιήσαντας οὐ καταπροΐξεσθαι ἀλλʼ ἀποκτενέειν · καὶ ἐποίησε ταῦτα .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.