οὗτοι ἦσαν στρατηγοὶ τοῦ σύμπαντος πεζοῦ χωρὶς τῶν μυρίων · τῶν δὲ μυρίων τούτων Περσέων τῶν ἀπολελεγμένων ἐστρατήγεε μὲν Ὑδάρνης ὁ Ὑδάρνεος , ἐκαλέοντο δὲ ἀθάνατοι οἱ Πέρσαι οὗτοι ἐπὶ τοῦδε · εἴ τις αὐτῶν ἐξέλιπε τὸν ἀριθμὸν ἢ θανάτῳ βιηθεὶς ἢ νούσῳ , ἄλλος ἀνὴρ ἀραίρητο , καὶ ἐγίνοντο οὐδαμὰ οὔτε πλεῦνες μυρίων οὔτε ἐλάσσονες .
κόσμον δὲ πλεῖστον παρείχοντο διὰ πάντων Πέρσαι , καὶ αὐτοὶ ἄριστοι ἦσαν · σκευὴν μὲν τοιαύτην εἶχον ἥ περ εἴρηται , χωρὶς δὲ χρυσόν τε πολλὸν καὶ ἄφθονον ἔχοντες ἐνέπρεπον , ἁρμαμάξας τε ἅμα ἤγοντο , ἐν δὲ παλλακὰς καὶ θεραπηίην πολλήν τε καὶ εὖ ἐσκευασμένην · σῖτα δέ σφι , χωρὶς τῶν ἄλλων στρατιωτέων , κάμηλοί τε καὶ ὑποζύγια ἦγον .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.