ταῦτα ἀκούσαντες οἱ τῶν Ἀθηναίων θεοπρόποι συμφορῇ τῇ μεγίστῃ ἐχρέωντο . προβάλλουσι δὲ σφέας αὐτοὺς ὑπὸ τοῦ κακοῦ τοῦ κεχρησμένου , Τίμων ὁ Ἀνδροβούλου , τῶν Δελφῶν ἀνὴρ δόκιμος ὅμοια τῷ μάλιστα , συνεβούλευέ σφι ἱκετηρίην λαβοῦσι δεύτερα αὖτις ἐλθόντας χρᾶσθαι τῷ χρηστηρίῳ ὡς ἱκέτας .
πειθομένοισι δὲ ταῦτα τοῖσι Ἀθηναίοισι καὶ λέγουσι ὦναξ , χρῆσον ἡμῖν ἄμεινόν τι περὶ τῆς πατρίδος , αἰδεσθεὶς τὰς ἱκετηρίας τάσδε τάς τοι ἥκομεν φέροντες , ἢ οὔ τοι ἄπιμεν ἐκ τοῦ ἀδύτου , ἀλλʼ αὐτοῦ τῇδε μενέομεν ἔστʼ ἂν καὶ τελευτήσωμεν , ταῦτα δὲ λέγουσι ἡ πρόμαντις χρᾷ δεύτερα τάδε . οὐ
δύναται Παλλὰς Δίʼ Ὀλύμπιον ἐξιλάσασθαι1πολλοῖσι λόγοις καὶ μήτιδι πυκνῇ .1δὲ τόδʼ αὖτις ἔπος ἐρέω ἀδάμαντι πελάσσας .1ἄλλων γὰρ ἁλισκομένων ὅσα Κέκροπος οὖρος1ἔχει κευθμών τε Κιθαιρῶνος ζαθέοιο ,1Τριτογενεῖ ξύλινον διδοῖ εὐρύοπα Ζεύς1ἀπόρθητον τελέθειν , τὸ σὲ τέκνα τʼ ὀνήσει .1
σύ γʼ ἱπποσύνην τε μένειν καὶ πεζὸν ἰόντα1ἀπʼ ἠπείρου στρατὸν ἥσυχος , ἀλλʼ ὑποχωρεῖν1ἐπιστρέψας · ἔτι τοι ποτε κἀντίος ἔσσῃ .1θείη Σαλαμίς , ἀπολεῖς δὲ σὺ τέκνα γυναικῶν1που σκιδναμένης Δημήτερος ἢ συνιούσης .1
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.