ταῦτα εἶπε καὶ ἅμα ἔπος τε καὶ ἔργον ἐποίεε . ἐπείτε γὰρ τάχιστα ἡμέρη ἐπέλαμψε , καλέσας Περσέων ἄνδρας δοκίμους πεντεκαίδεκα ἐνετέλλετό σφι ἑπομένους Δημοκήδεϊ διεξελθεῖν τὰ παραθαλάσσια τῆς Ἑλλάδος , ὅκως τε μὴ διαδρήσεται σφέας ὁ Δημοκήδης , ἀλλά μιν πάντως ὀπίσω ἀπάξουσι .
ἐντειλάμενος δὲ τούτοισι ταῦτα , δεύτερα καλέσας αὐτὸν Δημοκήδεα ἐδέετο αὐτοῦ ὅκως ἐξηγησάμενος πᾶσαν καὶ ἐπιδέξας τὴν Ἑλλάδα τοῖσι Πέρσῃσι ὀπίσω ἥξει · δῶρα δέ μιν τῷ πατρὶ καὶ τοῖσι ἀδελφεοῖσι ἐκέλευε πάντα τὰ ἐκείνου ἔπιπλα λαβόντα ἄγειν , φὰς ἄλλα οἱ πολλαπλήσια ἀντιδώσειν · πρὸς δὲ ἐς τὰ δῶρα ὁλκάδα οἱ ἔφη συμβαλέεσθαι πλήσας ἀγαθῶν παντοίων , τὴν ἅμα οἱ πλεύσεσθαι . Δαρεῖος
μὲν δή , δοκέειν ἐμοί , ἀπʼ οὐδενὸς δολεροῦ νόου ἐπαγγέλλετό οἱ ταῦτα . Δημοκήδης δὲ δείσας μή εὑ ἐκπειρῷτο Δαρεῖος , οὔτι ἐπιδραμὼν πάντα τὰ διδόμενα ἐδέκετο , ἀλλὰ τὰ μὲν ἑωυτοῦ κατὰ χώρην ἔφη καταλείψειν , ἵνα ὀπίσω σφέα ἀπελθὼν ἔχοι , τὴν μέντοι ὁλκάδα , τήν οἱ Δαρεῖος ἐπαγγέλλετο ἐς τὴν δωρεὴν τοῖσι ἀδελφεοῖσι , δέκεσθαι ἔφη . ἐντειλάμενος δὲ καὶ τούτῳ ταὐτὰ ὁ Δαρεῖος ἀποστέλλει αὐτοὺς ἐπὶ θάλασσαν .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.