κατὰ τοὺς νομάδας δὲ ἐστὶ τούτων οὐδέν , ἀλλʼ ἄλλα τοιάδε , πύγαργοι καὶ ζορκάδες καὶ βουβάλιες καὶ ὄνοι , οὐκ οἱ τὰ κέρεα ἔχοντες ἀλλʼ ἄλλοι ἄποτοι ( οὐ γὰρ δὴ πίνουσι) , καὶ ὄρυες , τῶν τὰ κέρεα τοῖσι φοίνιξι οἱ πήχεες ποιεῦνται (μέγαθος δὲ τὸ θηρίον τοῦτο κατὰ βοῦν ἐστι) , καὶ
βασσάρια καὶ ὕαιναι καὶ ὕστριχες καὶ κριοὶ ἄγριοι καὶ δίκτυες καὶ θῶες καὶ πάνθηρες καὶ βόρυες , καὶ κροκόδειλοι ὅσον τε τριπήχεες χερσαῖοι , τῇσι σαύρῃσι ἐμφερέστατοι , καὶ στρουθοὶ κατάγαιοι , καὶ ὄφιες μικροί , κέρας ἓν ἕκαστος ἔχοντες · ταῦτά τε δὴ αὐτόθι ἐστὶ θηρία καὶ τά περ τῇ ἄλλῃ , πλὴν ἐλάφου τε καὶ ὑὸς ἀγρίου · ἔλαφος δὲ καὶ ὗς ἄγριος ἐν Λιβύῃ πάμπαν οὐκ ἔστι . μυῶν
δὲ γένεα τριξὰ αὐτόθι ἔστι · οἳ μὲν δίποδες καλέονται , οἳ δὲ ζεγέριες (τὸ δὲ οὔνομα τοῦτο ἐστὶ μὲν Λιβυστικόν , δύναται δὲ κατʼ Ἑλλάδα γλῶσσαν βουνοί) , οἳ δὲ ἐχινέες . εἰσὶ δὲ καὶ γαλαῖ ἐν τῷ σιλφίῳ γινόμεναι τῇσι Ταρτησσίῃσι ὁμοιόταται . τοσαῦτα μέν νυν θηρία ἡ τῶν νομάδων Λιβύων γῆ ἔχει , ὅσον ἡμεῖς ἱστορέοντες ἐπὶ μακρότατον οἷοί τε ἐγενόμεθα ἐξικέσθαι .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.