οἱ δὲ ἐν τῇ Εὐρώπῃ τῶν Περσέων καταλειφθέντες ὑπὸ Δαρείου , τῶν ὁ Μεγάβαζος ἦρχε , πρώτους μὲν Περινθίους Ἑλλησποντίων οὐ βουλομένους ὑπηκόους εἶναι Δαρείου κατεστρέψαντο , περιεφθέντας πρότερον καὶ ὑπὸ Παιόνων τρηχέως .
οἱ γὰρ ὦν ἀπὸ Στρυμόνος Παίονες χρήσαντος τοῦ θεοῦ στρατεύεσθαι ἐπὶ Περινθίους , καὶ ἢν μὲν ἀντικατιζόμενοι ἐπικαλέσωνται σφέας οἱ Περίνθιοι ὀνομαστὶ βώσαντες , τοὺς δὲ ἐπιχειρέειν , ἢν δὲ μὴ ἐπιβώσωνται , μὴ ἐπιχειρέειν , ἐποίεον οἱ Παίονες ταῦτα . ἀντικατιζομένων δὲ τῶν Περινθίων ἐν τῷ προαστείῳ , ἐνθαῦτα μουνομαχίη τριφασίη ἐκ προκλήσιός σφι ἐγένετο · καὶ γὰρ ἄνδρα ἀνδρὶ καὶ ἵππον ἵππῳ συνέβαλον καὶ κύνα κυνί . νικώντων
δὲ τὰ δύο τῶν Περινθίων , ὡς ἐπαιώνιζον κεχαρηκότες , συνεβάλοντο οἱ Παίονες τὸ χρηστήριον αὐτὸ τοῦτο εἶναι καὶ εἶπάν κου παρὰ σφίσι αὐτοῖσι νῦν ἂν εἴη ὁ χρησμὸς ἐπιτελεόμενος ἡμῖν , νῦν ἡμέτερον ἔργον . οὕτω τοῖσι Περινθίοισι παιωνίσασι ἐπιχειρέουσι οἱ Παίονες , καὶ πολλόν τε ἐκράτησαν καὶ ἔλιπον σφέων ὀλίγους .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.