ἐπείτε δὲ οἱ Μῆδοι τρηχέως περιείποντο , ἐνθαῦτα οὗτοι μὲν ὑπεξήισαν , οἱ δὲ Πέρσαι ἐκδεξάμενοι ἐπήισαν , τοὺς ἀθανάτους ἐκάλεε βασιλεύς , τῶν ἦρχε Ὑδάρνης , ὡς δὴ οὗτοί γε εὐπετέως κατεργασόμενοι .
ὡς δὲ καὶ οὗτοι συνέμισγον τοῖσι Ἕλλησι , οὐδὲν πλέον ἐφέροντο τῆς στρατιῆς τῆς Μηδικῆς ἀλλὰ τὰ αὐτά , ἅτε ἐν στεινοπόρῳ τε χώρῳ μαχόμενοι καὶ δόρασι βραχυτέροισι χρεώμενοι ἤ περ οἱ Ἕλληνες , καὶ οὐκ ἔχοντες πλήθεϊ χρήσασθαι . Λακεδαιμόνιοι
δὲ ἐμάχοντο ἀξίως λόγου , ἄλλα τε ἀποδεικνύμενοι ἐν οὐκ ἐπισταμένοισι μάχεσθαι ἐξεπιστάμενοι , καὶ ὅκως ἐντρέψειαν τὰ νῶτα , ἁλέες φεύγεσκον δῆθεν , οἱ δὲ βάρβαροι ὁρῶντες φεύγοντας βοῇ τε καὶ πατάγῳ ἐπήισαν , οἳ δʼ ἂν καταλαμβανόμενοι ὑπέστρεφον ἀντίοι εἶναι τοῖσι βαρβάροισι , μεταστρεφόμενοι δὲ κατέβαλλον πλήθεϊ ἀναριθμήτους τῶν Περσέων · ἔπιπτον δὲ καὶ αὐτῶν τῶν Σπαρτιητέων ἐνθαῦτα ὀλίγοι . ἐπεὶ δὲ οὐδὲν ἐδυνέατο παραλαβεῖν οἱ Πέρσαι τῆς ἐσόδου πειρώμενοι καὶ κατὰ τέλεα καὶ παντοίως προσβάλλοντες , ἀπήλαυνον ὀπίσω .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.