ἐπείτε δὲ ἐς τὴν Κύρνον ἀπίκοντο , οἴκεον κοινῇ μετὰ τῶν πρότερον ἀπικομένων ἐπʼ ἔτεα πέντε , καὶ ἱρὰ ἐνιδρύσαντο . καὶ ἦγον γὰρ δὴ καὶ ἔφερον τοὺς περιοίκους ἅπαντας , στρατεύονται ὦν ἐπʼ αὐτοὺς κοινῷ λόγῳ χρησάμενοι Τυρσηνοὶ καὶ Καρχηδόνιοι , νηυσὶ ἑκάτεροι ἑξήκόντα .
οἱ δὲ Φωκαιέες πληρώσαντες καὶ αὐτοὶ τὰ πλοῖα , ἐόντα ἀριθμὸν ἑξήκοντα , ἀντίαζον ἐς τὸ Σαρδόνιον καλεόμενον πέλαγος . συμμισγόντων δὲ τῇ ναυμαχίῃ Καδμείη τις νίκη τοῖσι Φωκαιεῦσι ἐγένετο · αἱ μὲν γὰρ τεσσεράκοντά σφι νέες διεφθάρησαν , αἱ δὲ εἴκοσι αἱ περιεοῦσαι ἦσαν ἄχρηστοι · ἀπεστράφατο γὰρ τοὺς ἐμβόλους . καταπλώσαντες
δὲ ἐς τὴν Ἀλαλίην ἀνέλαβον τὰ τέκνα καὶ τὰς γυναῖκας καὶ τὴν ἄλλην κτῆσιν ὅσην οἷαι τε ἐγίνοντο αἱ νέες σφι ἄγειν , καὶ ἔπειτα ἀπέντες τὴν Κύρνον ἔπλεον ἐς Ῥήγιον .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.