Ἴωνες δὲ καὶ Αἰολέες , ὡς οἱ Λυδοὶ τάχιστα κατεστράφατο ὑπὸ Περσέων , ἔπεμπον ἀγγέλους ἐς Σάρδις παρὰ Κῦρον , ἐθέλοντες ἐπὶ τοῖσι αὐτοῖσι εἶναι τοῖσι καὶ Κροίσῳ ἦσαν κατήκοοι . ὁ δὲ ἀκούσας αὐτῶν τὰ προΐσχοντο ἔλεξέ σφι λόγον , ἄνδρα φὰς αὐλητὴν ἰδόντα ἰχθῦς ἐν τῇ θαλάσσῃ αὐλέειν , δοκέοντα σφέας ἐξελεύσεσθαι ἐς γῆν ·
ὡς δὲ ψευσθῆναι τῆς ἐλπίδος , λαβεῖν ἀμφίβληστρον καὶ περιβαλεῖν τε πλῆθος πολλὸν τῶν ἰχθύων καὶ ἐξειρύσαι , ἰδόντα δὲ παλλομένους εἰπεῖν ἄρα αὐτὸν πρὸς τοὺς ἰχθῦς παύεσθέ μοι ὀρχεόμενοι , ἐπεῖ οὐδʼ ἐμέο αὐλέοντος ἠθέλετε ἐκβαίνειν ὀρχεόμενοι .
Κῦρος μὲν τοῦτον τὸν λόγον τοῖσι Ἴωσι καὶ τοῖσι Αἰολεῦσι τῶνδε εἵνεκα ἔλεξε , ὅτι δὴ οἱ Ἴωνες πρότερον αὐτοῦ Κύρου δεηθέντος διʼ ἀγγέλων ἀπίστασθαι σφέας ἀπὸ Κροίσου οὐκ ἐπείθοντο , τότε δὲ κατεργασμένων τῶν πρηγμάτων ἦσαν ἕτοιμοι πείθεσθαι Κύρῳ . ὃ
μὲν δὴ ὀργῇ ἐχόμενος ἔλεγέ σφι τάδε · Ἴωνες δὲ ὡς ἤκουσαν τούτων ἀνενειχθέντων ἐς τὰς πόλιας , τείχεά τε περιεβάλοντο ἕκαστοι καὶ συνελέγοντο ἐς Πανιώνιον οἱ ἄλλοι , πλὴν Μιλησίων · πρὸς μούνους γὰρ τούτους ὅρκιον Κῦρος ἐποιήσατο ἐπʼ οἷσί περ ὁ Λυδός . τοῖσι δὲ λοιποῖσι Ἴωσι ἔδοξε κοινῷ λόγῳ πέμπειν ἀγγέλους ἐς Σπάρτην δεησομένους Ἴωσι τιμωρέειν .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.