τελευτήσαντος δὲ Κλεομένεος ὡς ἐπύθοντο Αἰγινῆται , ἔπεμπον ἐς Σπάρτην ἀγγέλους καταβωσομένους Λευτυχίδεω περὶ τῶν ἐν Ἀθήνῃσι ὁμήρων ἐχομένων . Λακεδαιμόνιοι δὲ δικαστήριον συναγαγόντες ἔγνωσαν περιυβρίσθαι Αἰγινήτας ὑπὸ Λευτυχίδεω , καί μιν κατέκριναν ἔκδοτον ἄγεσθαι ἐς Αἴγιναν ἀντὶ τῶν ἐν Ἀθήνῃσι ἐχομένων ἀνδρῶν .
μελλόντων δὲ ἄγειν τῶν Αἰγινητέων τὸν Λευτυχίδεα , εἶπέ σφι Θεασίδης ὁ Λεωπρέπεος , ἐὼν ἐν Σπάρτῃ δόκιμος ἀνήρ , τί βουλεύεσθε ποιέειν , ἄνδρες Αἰγινῆται ; τὸν βασιλέα τῶν Σπαρτιητέων ἔκδοτον γενόμενον ὑπὸ τῶν πολιητέων ἄγειν ; εἰ νῦν ὀργῇ χρεώμενοι ἔγνωσαν οὕτω Σπαρτιῆται , ὅκως ἐξ ὑστέρης μή τι ὑμῖν , ἢν ταῦτα πρήσσητε , πανώλεθρον κακὸν ἐς τὴν χώρην ἐμβάλωσι .
ταῦτα ἀκούσαντες οἱ Αἰγινῆται ἔσχοντο τῆς ἀγωγῆς , ὁμολογίῃ δὲ ἐχρήσαντο τοιῇδε , ἐπισπόμενον Λευτυχίδεα ἐς Ἀθήνας ἀποδοῦναι Αἰγινήτῃσι τοὺς ἄνδρας .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.