τὸν μὲν δὴ παῖδα εὗρον αὐτοῦ οἱ μετιόντες οὐκέτι περιεόντα ἀλλὰ πρῶτον κατακοπέντα , αὐτὸν δὲ Ψαμμήνιτον ἀναστήσαντες ἦγον παρὰ Καμβύσεα ·
ἔνθα τοῦ λοιποῦ διαιτᾶτο ἔχων οὐδὲν βίαιον . εἰ δὲ καὶ ἠπιστήθη μὴ πολυπρηγμονέειν , ἀπέλαβε ἂν Αἴγυπτον ὥστε ἐπιτροπεύειν αὐτῆς , ἐπεὶ τιμᾶν ἐώθασι Πέρσαι τῶν βασιλέων τοὺς παῖδας · τῶν , εἰ καὶ σφέων ἀποστέωσι , ὅμως τοῖσί γε παισὶ αὐτῶν ἀποδιδοῦσι τὴν ἀρχήν . πολλοῖσι
μέν νυν καὶ ἄλλοισι ἐστὶ σταθμώσασθαι ὅτι τοῦτο οὕτω νενομίκασι ποιέειν , ἐν δὲ καὶ τῷ τε Ἰνάρω παιδὶ Θαννύρᾳ , ὃς ἀπέλαβε τήν οἱ ὁ πατὴρ εἶχε ἀρχήν , καὶ τῷ Ἀμυρταίου Παυσίρι · καὶ γὰρ οὗτος ἀπέλαβε τὴν τοῦ πατρὸς ἀρχήν . καίτοι Ἰνάρω γε καὶ Ἀμυρταίου οὐδαμοί κω Πέρσας κακὰ πλέω ἐργάσαντο . νῦν
δὲ μηχανώμενος κακὰ ὁ Ψαμμήνιτος ἔλαβε τὸν μισθόν · ἀπιστὰς γὰρ Αἰγυπτίους ἥλω · ἐπείτε δὲ ἐπάιστος ἐγένετο ὑπὸ Καμβύσεω , αἷμα ταύρου πιὼν ἀπέθανε παραχρῆμα . οὕτω δὴ οὗτος ἐτελεύτησε .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.