Μιλησίοισι δὲ προσετέτακτο μὲν ἐκ τῶν Περσέων τὰς διόδους τηρέειν σωτηρίης εἵνεκά σφι , ὡς ἢν ἄρα σφέας καταλαμβάνῃ οἷά περ κατέλαβε , ἔχοντες ἡγεμόνας σώζωνται ἐς τὰς κορυφὰς τῆς Μυκάλης . ἐτάχθησαν μέν νυν ἐπὶ τοῦτο τὸ πρῆγμα οἱ Μιλήσιοι τούτου τε εἵνεκεν καὶ ἵνα μὴ παρεόντες ἐν τῷ στρατοπέδῳ τι νεοχμὸν ποιέοιεν · οἳ δὲ πᾶν τοὐναντίον τοῦ προστεταγμένου ἐποίεον , ἄλλας τε κατηγεόμενοί σφι ὁδοὺς φεύγουσι , αἳ δὴ ἔφερον ἐς τοὺς πολεμίους , καὶ τέλος αὐτοί σφι ἐγίνοντο κτείνοντες πολεμιώτατοι . οὕτω δὴ τὸ δεύτερον Ἰωνίη ἀπὸ Περσέων ἀπέστη .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.