ἄλλου δὲ οὐδενὸς οὐδὲν ἐδυνάμην πυθέσθαι . ἀλλὰ τοσόνδε μὲν ἄλλο ἐπὶ μακρότατον ἐπυθόμην , μέχρι μὲν Ἐλεφαντίνης πόλιος αὐτόπτης ἐλθών , τὸ δὲ ἀπὸ τούτου ἀκοῇ ἤδη ἱστορέων .
ἀπὸ Ἐλεφαντίνης πόλιος ἄνω ἰόντι ἄναντες ἐστὶ χωρίον · ταύτῃ ὦν δεῖ τὸ πλοῖον διαδήσαντας ἀμφοτέρωθεν κατά περ βοῦν πορεύεσθαι · ἢν δὲ ἀπορραγῇ τὸ πλοῖον οἴχεται φερόμενον ὑπὸ ἰσχύος τοῦ ῥόου . τὸ
δὲ χωρίον τοῦτο ἐστὶ ἐπʼ ἡμέρας τέσσερας πλόος , σκολιὸς δὲ ταύτῃ κατά περ ὁ Μαίανδρος ἐστὶ ὁ Νεῖλος · σχοῖνοι δὲ δυώδεκα εἰσὶ οὗτοι τοὺς δεῖ τούτῳ τῷ τρόπῳ διεκπλῶσαι . καὶ ἔπειτα ἀπίξεαι ἐς πεδίον λεῖον , ἐν τῷ νῆσον περιρρέει ὁ Νεῖλος · Ταχομψὼ οὔνομα αὐτῇ ἐστι . οἰκέουσι
δὲ τὰ ἀπὸ Ἐλεφαντίνης ἄνω Αἰθίοπες ἤδη καὶ τῆς νήσου τὸ ἥμισυ , τὸ δὲ ἥμισυ Αἰγύπτιοι . ἔχεται δὲ τῆς νήσου λίμνην μεγάλη , τὴν πέριξ νομάδες Αἰθίοπες νέμονται · τὴν διεκπλώσας ἐς τοῦ Νείλου τὸ ῥέεθρον ἥξεις , τὸ ἐς τὴν λίμνην ταύτην ἐκδιδοῖ . καὶ
ἔπειτα ἀποβὰς παρὰ τὸν ποταμὸν ὁδοιπορίην ποιήσεαι ἡμερέων τεσσεράκοντα · σκόπελοί τε γὰρ ἐν τῷ Νείλῳ ὀξέες ἀνέχουσι καὶ χοιράδες πολλαί εἰσι , διʼ ὧν οὐκ οἷά τε ἐστὶ πλέειν . διεξελθὼν
δὲ ἐν τῇσι τεσσεράκοντα ἡμέρῃσι τοῦτο τὸ χωρίον , αὖτις ἐς ἕτερον πλοῖον ἐσβὰς δυώδεκα ἡμέρας πλεύσεαι , καὶ ἔπειτα ἥξεις ἐς πόλιν μεγάλην τῇ οὔνομα ἐστὶ Μερόη · λέγεται δὲ αὕτη ἡ πόλις εἶναι μητρόπολις τῶν ἄλλων Αἰθιόπων . οἱ δʼ
ἐν ταύτῃ Δία θεῶν καὶ Διόνυσον μούνους σέβονται , τούτους τε μεγάλως τιμῶσι , καί σφι μαντήιον Διὸς κατέστηκε · στρατεύονται δὲ ἐπεάν σφεας ὁ θεὸς οὗτος κελεύῃ διὰ θεσπισμάτων , καὶ τῇ ἂν κελεύῃ , ἐκεῖσε .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.