ἀπικνέονται ἐς Σάρδις ἀκμαζούσας πλούτῳ ἄλλοι τε οἱ πάντες ἐκ τῆς Ἑλλάδος σοφισταί , οἳ τοῦτον τὸν χρόνον ἐτύγχανον ἐόντες , ὡς ἕκαστος αὐτῶν ἀπικνέοιτο , καὶ δὴ καὶ Σόλων ἀνὴρ Ἀθηναῖος , ὃς Ἀθηναίοισι νόμους κελεύσασι ποιήσας ἀπεδήμησε ἔτεα δέκα κατά θεωρίης πρόφασιν ἐκπλώσας , ἵνα δὴ μή τινα τῶν νόμων ἀναγκασθῇ , λῦσαι τῶν ἔθετο .
αὐτοὶ γὰρ οὐκ οἷοί τε ἦσαν αὐτὸ ποιῆσαι Ἀθηναῖοι · ὁρκίοισι γὰρ μεγάλοισι κατείχοντο δέκα ἔτεα χρήσεσθαι νόμοισι τοὺς ἄν σφι Σόλων θῆται .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.