πορευόμενοι γὰρ ταύτῃ παρὰ τὸν Κηφισὸν ποταμὸν ἐδηίουν πάντα , καὶ κατὰ μὲν ἔκαυσαν Δρυμὸν πόλιν κατὰ δὲ Χαράδραν καὶ Ἔρωχον καὶ Τεθρώνιον καὶ Ἀμφίκαιαν καὶ Νέωνα καὶ Πεδιέας καὶ Τριτέας καὶ Ἐλάτειαν καὶ Ὑάμπολιν καὶ Παραποταμίους καὶ Ἄβας , ἔνθα ἦν ἱρὸν Ἀπόλλωνος πλούσιον , θησαυροῖσί τε καὶ ἀναθήμασι πολλοῖσι κατεσκευασμένον · ἦν δὲ καὶ τότε καὶ νῦν ἔτι χρηστήριον αὐτόθι . καὶ τοῦτο τὸ ἱρὸν συλήσαντες ἐνέπρησαν . καί τινας διώκοντες εἷλον τῶν Φωκέων πρὸς τοῖσι ὄρεσι , καὶ γυναῖκας τινὰς διέφθειραν μισγόμενοι ὑπὸ πλήθεος .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.