ὡς δὲ ὁ Ἀμύντης χρηίσας τούτων οἰχώκεε , λέγει ὁ Ἀλέξανδρος πρὸς τοὺς Πέρσας γυναικῶν τουτέων , ὦ ξεῖνοι , ἔστι ὑμῖν πολλὴ εὐπετείη , καὶ εἰ πάσῃσι βούλεσθε μίσγεσθαι καὶ ὁκόσῃσι ὦν αὐτέων .
τούτου μὲν πέρι αὐτοὶ ἀποσημανέετε · νῦν δέ , σχεδὸν γὰρ ἤδη τῆς κοίτης ὥρη προσέρχεται ὑμῖν καὶ καλῶς ἔχοντας ὑμέας ὁρῶ μέθης , γυναῖκας ταύτας , εἰ ὑμῖν φίλον ἐστί , ἄπετε λούσασθαι , λουσαμένας δὲ ὀπίσω προσδέκεσθε .
εἴπας ταῦτα , συνέπαινοι γὰρ ἦσαν οἱ Πέρσαι , γυναῖκας μὲν ἐξελθούσας ἀπέπεμπε ἐς τὴν γυναικηίην , αὐτὸς δὲ ὁ Ἀλέξανδρος ἴσους τῇσι γυναιξὶ ἀριθμὸν ἄνδρας λειογενείους τῇ τῶν γυναικῶν ἐσθῆτι σκευάσας καὶ ἐγχειρίδια δοὺς ἦγε ἔσω , παράγων δὲ τούτους ἔλεγε τοῖσι Πέρσῃσι τάδε .
ὦ Πέρσαι , οἴκατε πανδαισίῃ τελέῃ ἱστιῆσθαι · τά τε γὰρ ἄλλα ὅσα εἴχομεν , καὶ πρὸς τὰ οἷά τε ἦν ἐξευρόντας παρέχειν , πάντα ὑμῖν πάρεστι , καὶ δὴ καὶ τόδε τὸ πάντων μέγιστον , τάς τε ἑωυτῶν μητέρας καὶ τὰς ἀδελφεὰς ἐπιδαψιλευόμεθα ὑμῖν , ὡς παντελέως μάθητε τιμώμενοι πρὸς ἡμέων τῶν περ ἐστὲ ἄξιοι , πρὸς δὲ καὶ βασιλέι τῷ πέμψαντι ἀπαγγείλητε ὡς ἀνὴρ Ἕλλην Μακεδόνων ὕπαρχος εὖ ὑμέας ἐδέξατο καὶ τραπέζῃ καὶ κοίτῃ .
ταῦτα εἴπας ὁ Ἀλέξανδρος παρίζει Πέρσῃ ἀνδρὶ ἄνδρα Μακεδόνα ὡς γυναῖκα τῷ λόγῳ · οἳ δέ , ἐπείτε σφέων οἱ Πέρσαι ψαύειν ἐπειρῶντο , διεργάζοντο αὐτούς .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.