εἰ ὦν ἡμεῖς ὀρθῶς περὶ αὐτῶν γινώσκομεν , Ἴωνες οὐκ εὖ φρονέουσι περὶ Αἰγύπτου · εἰ δὲ ὀρθή ἐστι ἡ γνώμη τῶν Ἰώνων , Ἕλληνάς τε καὶ αὐτοὺς Ἴωνας ἀποδείκνυμι οὐκ ἐπισταμένους λογίζεσθαι , οἳ φασὶ τρία μόρια εἶναι γῆν πᾶσαν , Εὐρώπην τε καὶ Ἀσίην καὶ Λιβύην .
τέταρτον γὰρ δή σφεας δεῖ προσλογίζεσθαι Αἰγύπτου τὸ Δέλτα , εἰ μήτε γε ἐστὶ τῆς Ἀσίης μήτε τῆς Λιβύης · οὐ γὰρ δὴ ὁ Νεῖλός γε ἐστὶ κατὰ τοῦτον τὸν λόγον ὁ τὴν Ἀσίην οὐρίζων τῇ Λιβύῃ , τοῦ Δέλτα δὲ τούτου κατὰ τὸ ὀξὺ περιρρήγνυται ὁ Νεῖλος , ὥστε ἐν τῷ μεταξὺ Ἀσίης τε καὶ Λιβύης γίνοιτʼ ἄν .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.