ὅσον μὲν δὴ χρόνον οἱ Πέρσαι ἤισαν διὰ τῆς Σκυθικῆς καὶ τῆς Σαυρομάτιδος χώρης , οἳ δὲ εἶχον οὐδὲν σίνεσθαι ἅτε τῆς χώρης ἐούσης χέρσου · ἐπείτε δὲ ἐς τὴν τῶν Βουδίνων χώρην ἐσέβαλλον , ἐνθαῦτα δὴ ἐντυχόντες τῷ ξυλίνῳ τείχεϊ , ἐκλελοιπότων τῶν Βουδίνων καὶ κεκενωμένου τοῦ τείχεος πάντων , ἐνέπρησαν αὐτό . τοῦτο
δὲ ποιήσαντες εἵποντο αἰεὶ τὸ πρόσω κατὰ στίβον , ἐς ὃ διεξελθόντες ταύτην ἐς τὴν ἔρημον ἀπίκοντο . ἡ δὲ ἔρημος αὕτη ὑπὸ οὐδαμῶν νέμεται ἀνδρῶν , κέεται δὲ ὑπὲρ τῆς Βουδίνων χώρης ἐοῦσα πλῆθος ἑπτὰ ἡμερέων ὁδοῦ . ὑπὲρ
δὲ τῆς ἐρήμου Θυσσαγέται οἰκέουσι , ποταμοὶ δὲ ἐξ αὐτῶν τέσσερες μεγάλοι ῥέοντες διὰ Μαιητέων ἐκδιδοῦσι ἐς τὴν λίμνην τὴν καλεομένην Μαιῆτιν , τοῖσι οὐνόματα κέεται τάδε , Λύκος Ὄαρος Τάναις Σύργις .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.