ἐγεγόνεε μὲν δὴ ὧδε ὁ Ἀλέξανδρος ὁ Ἀμύντεω · ὡς δὲ ἀπίκετο ἐς τὰς Ἀθήνας ἀποπεμφθεὶς ὑπὸ Μαρδονίου , ἔλεγε τάδε . ἄνδρες Ἀθηναῖοι , Μαρδόνιος τάδε λέγει . ἐμοὶ ἀγγελίη ἥκει παρὰ βασιλέος λέγουσα οὕτω . Ἀθηναίοισι τὰς ἁμαρτάδας τὰς ἐς ἐμὲ ἐξ ἐκείνων γενομένας πάσας μετίημι .
νῦν τε ὧδε Μαρδόνιε ποίεε · τοῦτο μὲν τὴν γῆν σφι ἀπόδος , τοῦτο δὲ ἄλλην πρὸς ταύτῃ ἑλέσθων αὐτοί , ἥντινα ἂν ἐθέλωσι , ἐόντες αὐτόνομοι · ἱρά τε πάντα σφι , ἢν δὴ βούλωνταί γε ἐμοὶ ὁμολογέειν , ἀνόρθωσον , ὅσα ἐγὼ ἐνέπρησα . τούτων δὲ ἀπιγμένων ἀναγκαίως ἔχει μοι ποιέειν ταῦτα , ἢν μὴ τὸ ὑμέτερον αἴτιον γένηται .
λέγω δὲ ὑμῖν τάδε . νῦν τί μαίνεσθε πόλεμον βασιλέι ἀειρόμενοι ; οὔτε γὰρ ἂν ὑπερβάλοισθε οὔτε οἷοί τε ἐστὲ ἀντέχειν τὸν πάντα χρόνον . εἴδετε μὲν γὰρ τῆς Ξέρξεω στρατηλασίης τὸ πλῆθος καὶ τὰ ἔργα , πυνθάνεσθε δὲ καὶ τὴν νῦν παρʼ ἐμοὶ ἐοῦσαν δύναμιν · ὥστε καὶ ἢν ἡμέας ὑπερβάλησθε καὶ νικήσητε , τοῦ περ ὑμῖν οὐδεμία ἐλπὶς εἴ περ εὖ φρονέετε , ἄλλη παρέσται πολλαπλησίη .
μὴ ὦν βούλεσθε παρισούμενοι βασιλέι στέρεσθαι μὲν τῆς χώρης , θέειν δὲ αἰεὶ περὶ ὑμέων αὐτῶν , ἀλλὰ καταλύσασθε · παρέχει δὲ ὑμῖν κάλλιστα καταλύσασθαι , βασιλέος ταύτῃ ὁρμημένου . ἔστε ἐλεύθεροι , ἡμῖν ὁμαιχμίην συνθέμενοι ἄνευ τε δόλου καὶ ἀπάτης .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.