ἀκούοντι δὲ ταῦτα τῷ Ὀτάνῃ μᾶλλον κατεφαίνετο τὸ πρῆγμα . τρίτην δὲ ἀγγελίην ἐσπέμπει παρʼ αὐτὴν λέγουσαν ταῦτα .
ὦ θύγατερ , δεῖ σε γεγονυῖαν εὖ κίνδυνον ἀναλαβέσθαι τὸν ἂν ὁ πατὴρ ὑποδύνειν κελεύῃ . εἰ γὰρ δὴ μή ἐστι ὁ Κύρου Σμέρδις ἀλλὰ τὸν καταδοκέω ἐγώ , οὔτοι μιν σοί τε συγκοιμώμενον καὶ τὸ Περσέων κράτος ἔχοντα δεῖ χαίροντα ἀπαλλάσσειν , ἀλλὰ δοῦναι δίκην .
νῦν ὦν ποίησον τάδε · ἐπεὰν σοὶ συνεύδῃ καὶ μάθῃς αὐτὸν κατυπνωμένον , ἄφασον αὐτοῦ τὰ ὦτα · καὶ ἢν μὲν φαίνηται ἔχων ὦτα , νόμιζε σεωυτὴν Σμέρδι τῷ Κύρου συνοικέειν , ἢν δὲ μὴ ἔχων , σὺ δὲ τῷ Μάγῳ Σμέρδι .
ἀντιπέμπει πρὸς ταῦτα ἡ Φαιδύμη φαμένη κινδυνεύσειν μεγάλως , ἢν ποιέῃ ταῦτα · εἰ γὰρ δὴ μὴ τυγχάνει τὰ ὦτα ἔχων , ἐπίλαμπτος δὲ ἀφάσσουσα ἔσται , εὖ εἰδέναι ὡς ἀιστώσει μιν · ὅμως μέντοι ποιήσειν ταῦτα .
ἣ μὲν δὴ ὑπεδέξατο ταῦτα τῷ πατρὶ κατεργάσεσθαι . τοῦ δὲ Μάγου τούτου τοῦ Σμέρδιος Κῦρος ὁ Καμβύσεω ἄρχων τὰ ὦτα ἀπέταμε ἐπʼ αἰτίῃ δή τινι οὐ σμικρῇ . ἡ
ὦν δὴ Φαιδύμη αὕτη , ἡ τοῦ Ὀτάνεω θυγάτηρ , πάντα ἐπιτελέουσα τὰ ὑπεδέξατο τῷ πατρί , ἐπείτε αὐτῆς μέρος ἐγίνετο τῆς ἀπίξιος παρὰ τὸν Μάγον ( ἐν περιτροπῇ γὰρ δὴ αἱ γυναῖκες φοιτέουσι τοῖσι Πέρσῃσι) , ἐλθοῦσα παρʼ αὐτὸν ηὗδε , ὑπνωμένου δὲ καρτερῶς τοῦ Μάγου ἤφασε τὰ ὦτα . μαθοῦσα δὲ οὐ χαλεπῶς ἀλλʼ εὐπετέως οὐκ ἔχοντα τὸν ἄνδρα ὦτα , ὡς ἡμέρη τάχιστα ἐγεγόνεε , πέμψασα ἐσήμηνε τῷ πατρὶ τὰ γενόμενα .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.