ποιησάντων δὲ τούτων τοῦτο , μετὰ ταῦτα διεξήιε ὁ στρατός . ἡγέοντο δὲ πρῶτοι μὲν οἱ σκευοφόροι τε καὶ τὰ ὑποζύγια , μετὰ δὲ τούτους σύμμικτος στρατὸς παντοίων ἐθνέων ἀναμίξ , οὐ διακεκριμένοι · τῇ δὲ ὑπερημίσεες ἦσαν , ἐνθαῦτα διελέλειπτο , καὶ οὐ συνέμισγον οὗτοι βασιλέι .
προηγεῦντο μὲν δὴ ἱππόται χίλιοι , ἐκ Περσέων πάντων ἀπολελεγμένοι · μετὰ δὲ αἰχμοφόροι χίλιοι καὶ οὗτοι ἐκ πάντων ἀπολελεγμένοι , τὰς λόγχας κάτω ἐς τὴν γῆν τρέψαντες · μετὰ δὲ ἱροὶ Νησαῖοι καλεόμενοι ἵπποι δέκα κεκοσμημένοι ὡς κάλλιστα . Νησαῖοι
δὲ καλέονται ἵπποι ἐπὶ τοῦδε · ἔστι πεδίον μέγα τῆς Μηδικῆς τῷ οὔνομα ἐστὶ Νήσαιον · τοὺς ὦν δὴ ἵππους τοὺς μεγάλους φέρει τὸ πεδίον τοῦτο . ὄπισθε
δὲ τούτων τῶν δέκα ἵππων ἅρμα Διὸς ἱρὸν ἐπετέτακτο , τὸ ἵπποι μὲν εἷλκον λευκοὶ ὀκτώ , ὄπισθε δὲ αὖ τῶν ἵππων εἵπετο πεζῇ ἡνίοχος ἐχόμενος τῶν χαλινῶν · οὐδεὶς γὰρ δὴ ἐπὶ τοῦτον τὸν θρόνον ἀνθρώπων ἐπιβαίνει . τούτου δὲ ὄπισθε αὐτὸς Ξέρξης ἐπʼ ἅρματος ἵππων Νησαίων · παραβεβήκεε δέ οἱ ἡνίοχος τῷ οὔνομα ἦν Πατιράμφης , Ὀτάνεω ἀνδρὸς Πέρσεω παῖς .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.