διξῶν γάρ οἱ ἐόντων πρεσβυτέρων ἀδελφεῶν , Κλεομένεός τε καὶ Δωριέος , ἀπελήλατο τῆς φροντίδος περὶ τῆς βασιληίης . ἀποθανόντος δὲ Κλεομένεος ἄπαιδος ἔρσενος γόνου , Δωριέος τε οὐκέτι ἐόντος ἀλλὰ τελευτήσαντος καὶ τούτου ἐν Σικελίῃ , οὕτω δὴ ἐς Λεωνίδην ἀνέβαινε ἡ βασιληίη , καὶ διότι πρότερος ἐγεγόνεε Κλεομβρότου · οὗτος γὰρ ἦν νεώτατος Ἀναξανδρίδεω παῖς καὶ δὴ καὶ εἶχε Κλεομένεος θυγατέρα .
ὃς τότε ἤιε ἐς Θερμοπύλας ἐπιλεξάμενος ἄνδρας τε τοὺς κατεστεῶτας τριηκοσίους καὶ τοῖσι ἐτύγχανον παῖδες ἐόντες · παραλαβὼν δὲ ἀπίκετο καὶ Θηβαίων τοὺς ἐς τὸν ἀριθμὸν λογισάμενος εἶπον , τῶν ἐστρατήγεε Λεοντιάδης ὁ Εὐρυμάχου . τοῦδε
δὲ εἵνεκα τούτους σπουδὴν ἐποιήσατο Λεωνίδης μούνους Ἑλλήνωι παραλαβεῖν , ὅτι σφέων μεγάλως κατηγόρητο μηδίζειν · παρεκάλεε ὦν ἐς τὸν πόλεμον , θέλων εἰδέναι εἴτε συμπέμψουσι εἴτε καὶ ἀπερέουσι ἐκ τοῦ ἐμφανέος τὴν Ἑλλήνων συμμαχίην . οἳ δὲ ἀλλοφρονέοντες ἔπεμπον .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.