ταῦτα μὲν αἱ πόλιες αὗται λέγουσι , τάδε δὲ οἶδα Μεταποντίνοισι τοῖσι ἐν Ἰταλίῃ συγκυρήσαντα μετὰ τὴν ἀφάνισιν τὴν δευτέρην Ἀριστέω ἔτεσι τεσσεράκοντα καὶ διηκοσίοισι , ὡς ἐγὼ συμβαλλόμενος ἐν Προκοννήσῳ τε καὶ Μεταποντίῳ εὕρισκον . Μεταποντῖνοι
φασὶ αὐτὸν Ἀριστέην φανέντα σφι ἐς τὴν χώρην κελεῦσαι βωμὸν Ἀπόλλωνος ἱδρύσασθαι καὶ Ἀριστέω τοῦ Προκοννησίου ἐπωνυμίην ἔχοντα ἀνδριάντα πὰρ ʼ αὐτὸν ἱστάναι · φάναι γὰρ σφι τὸν Ἀπόλλωνα Ἰταλιωτέων μούνοισι δὴ ἀπικέσθαι ἐς τὴν χώρην , καὶ αὐτὸς οἱ ἕπεσθαι ὁ νῦν ἐὼν Ἀριστέης · τότε δὲ , ὅτε εἵπετο τῷ θεῷ , εἶναι κόραξ . καὶ
τὸν μὲν εἰπόντα ταῦτα ἀφανισθῆναι , σφέας δὲ Μεταποντῖνοι λέγουσι ἐς Δελφοὺς πέμψαντας τὸν θεὸν ἐπειρωτᾶν ὃ τι τὸ φάσμα τοῦ ἀνθρώπου εἴη . τὴν δὲ Πυθίην σφέας κελεύειν πείθεσθαι τῷ φάσματι , πειθομένοισι δὲ ἄμεινον συνοίσεσθαι . καὶ σφέας δεξαμένους ταῦτα ποιῆσαι ἐπιτελέα . καὶ
νῦν ἔστηκε ἀνδριὰς ἐπωνυμίην ἔχων Ἀριστέω παρʼ αὐτῷ τῷ ἀγάλματι τοῦ Ἀπόλλωνος , πέριξ δὲ αὐτὸν δάφναι ἑστᾶσι · τὸ δὲ ἄγαλμα ἐν τῇ ἀγορῇ ἵδρυται . Ἀριστέω μέν νυν πέρι τοσαῦτα εἰρήσθω .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.