τούτων δὲ τὰ μὲν Γέται οἱ ἀθανατίζοντες ποιεῦσι , εἴρηταί μοι · Τραυσοὶ δὲ τὰ μὲν ἄλλα πάντα κατὰ ταὐτὰ τοῖσι ἄλλοισι Θρήιξι ἐπιτελέουσι , κατὰ δὲ τὸν γινόμενόν σφι καὶ ἀπογινόμενον ποιεῦσι τοιάδε ·
τὸν μὲν γενόμενον περιιζόμενοι οἱ προσήκοντες ὀλοφύρονται , ὅσα μιν δεῖ ἐπείτε ἐγένετο ἀναπλῆσαι κακά , ἀνηγεόμενοι τὰ ἀνθρωπήια πάντα πάθεα · τὸν δʼ ἀπογενόμενον παίζοντές τε καὶ ἡδόμενοι γῇ κρύπτουσι , ἐπιλέγοντες ὅσων κακῶν ἐξαπαλλαχθεὶς ἐστὶ ἐν πάσῃ εὐδαιμονίῃ .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.