ταῦτα μέν νυν σφέας αὐτοὺς οἱ Αἰγινῆται ἐργάσαντο , Ἀθηναίοισι δὲ ἥκουσι ἐναυμάχησαν νηυσὶ ἑβδομήκοντα , ἑσσωθέντες δὲ τῇ ναυμαχίῃ ἐπεκαλέοντο τοὺς αὐτοὺς καὶ πρότερον , Ἀργείους . καὶ δή σφι οὗτοι μὲν οὐκέτι βοηθέουσι , μεμφόμενοι ὅτι Αἰγιναῖαι νέες ἀνάγκῃ λαμφθεῖσαι ὑπὸ Κλεομένεος ἔσχον τε ἐς τὴν Ἀργολίδα χώρην καὶ συναπέβησαν Λακεδαιμονίοισι , συναπέβησαν δὲ καὶ ἀπὸ Σικυωνιέων νεῶν ἄνδρες τῇ αὐτῇ ταύτῃ ἐσβολῇ ·
καί σφι ὑπʼ Ἀργείων ἐπεβλήθη ζημίη χίλια τάλαντα ἐκτῖσαι , πεντακόσια ἑκατέρους . Σικυώνιοι μέν νυν συγγνόντες ἀδικῆσαι ὡμολόγησαν ἑκατὸν τάλαντα ἐκτίσαντες ἀζήμιοι εἶναι , Αἰγινῆται δὲ οὔτε συνεγινώσκοντο ἦσάν τε αὐθαδέστεροι . διὰ δὴ ὦν σφι ταῦτα δεομένοισι ἀπὸ μὲν τοῦ δημοσίου οὐδεὶς Ἀργείων ἔτι ἐβοήθεε , ἐθελονταὶ δὲ ἐς χιλίους · ἦγε δὲ αὐτοὺς στρατηγὸς ἀνὴρ ᾧ οὔνομα Εὐρυβάτης , ἀνὴρ πεντάεθλον ἐπασκήσας . τούτων
οἱ πλεῦνες οὐκ ἀπενόστησαν ὀπίσω , ἀλλʼ ἐτελεύτησαν ὑπʼ Ἀθηναίων ἐν Αἰγίνῃ · αὐτὸς δὲ ὁ στρατηγὸς Εὐρυβάτης μουνομαχίην ἐπασκέων τρεῖς μὲν ἄνδρας τρόπῳ τοιούτῳ κτείνει , ὑπὸ δὲ τοῦ τετάρτου Σωφάνεος τοῦ Δεκελέος ἀποθνήσκει .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.