ὁ δὲ Πόντος ὁ Εὔξεινος , ἐπʼ ὃν ἐστρατεύετο ὁ Δαρεῖος , χωρέων πασέων παρέχεται ἔξω τοῦ Σκυθικοῦ ἔθνεα ἀμαθέστατα . οὔτε γὰρ ἔθνος τῶν ἐντὸς τοῦ Πόντου οὐδὲν ἔχομεν προβαλέσθαι σοφίης πέρι οὔτε ἄνδρα λόγιον οἴδαμεν γενόμενον , πάρεξ τοῦ Σκυθικοῦ ἔθνεος καὶ Ἀναχάρσιος .
τῷ δὲ Σκυθικῷ γένει ἓν μὲν τὸ μέγιστον τῶν ἀνθρωπηίων πρηγμάτων σοφώτατα πάντων ἐξεύρηται τῶν ἡμεῖς ἴδμεν , τὰ μέντοι ἄλλα οὐκ ἄγαμαι · τὸ δὲ μέγιστον οὕτω σφι ἀνεύρηται ὥστε ἀποφυγεῖν τε μηδένα ἐπελθόντα ἐπὶ σφέας , μὴ βουλομένους τε ἐξευρεθῆναι καταλαβεῖν μὴ οἷον τε εἶναι . τοῖσι
γὰρ μήτε ἄστεα μήτε τείχεα ᾖ ἐκτισμένα , ἀλλὰ φερέοικοι ἐόντες πάντες ἔωσι ἱπποτοξόται , ζῶντες μὴ ἀπʼ ἀρότου ἀλλʼ ἀπὸ κτηνέων , οἰκήματα τε σφι ᾖ ἐπὶ ζευγέων , κῶς οὐκ ἂν εἴησαν οὗτοι ἄμαχοί τε καὶ ἄποροι προσμίσγειν ;
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.