ἐντειλάμενος δὲ τοῖσι Λυδοῖσι τάδε ἀπέπεμπε ἐς τὴν διάπειραν τῶν χρηστηρίων , ἀπʼ ἧς ἂν ἡμέρης ὁρμηθέωσι ἐκ Σαρδίων , ἀπὸ ταύτης ἡμερολογέοντας τὸν λοιπὸν χρόνον ἑκατοστῇ ἡμέρῃ χρᾶσθαι τοῖσι χρηστηρίοισι , ἐπειρωτῶντας ὅ τι ποιέων τυγχάνοι ὁ Λυδῶν βασιλεὺς Κροῖσος ὁ Ἀλυάττεω · ἅσσα δʼ ἂν ἕκαστα τῶν χρηστηρίων θεσπίσῃ , συγγραψαμένους ἀναφέρειν παρʼ ἑωυτόν .
ὅ τι μέν νυν τὰ λοιπὰ τῶν χρηστηρίων ἐθέσπισε , οὐ λέγεται πρὸς οὐδαμῶν · ἐν δὲ Δελφοῖσι ὡς ἐσῆλθον τάχιστα ἐς τὸ μέγαρον οἱ Λυδοὶ χρησόμενοι τῷ θεῷ καὶ ἐπειρώτων τὸ ἐντεταλμένον , ἡ Πυθίη ἐν ἑξαμέτρῳ τόνῳ λέγει τάδε . οἶδα
δʼ ἐγὼ ψάμμου τʼ ἀριθμὸν καὶ μέτρα θαλάσσης ,1κωφοῦ συνίημι , καὶ οὐ φωνεῦντος ἀκούω .1μʼ ἐς φρένας ἦλθε κραταιρίνοιο χελώνης1ἐν χαλκῷ ἅμʼ ἀρνείοισι κρέεσσιν ,1χαλκὸς μὲν ὑπέστρωται , χαλκὸν δʼ ἐπιέσται .1
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.