τῆς δὲ αὐτῆς ἡμέρης τῆς περ ἐν Πλαταιῇσι τὸ τρῶμα ἐγένετο , συνεκύρησε γενέσθαι καὶ ἐν Μυκάλῃ τῆς Ἰωνίης . ἐπεὶ γὰρ δὴ ἐν τῇ Δήλῳ κατέατο οἱ Ἕλληνες οἱ ἐν τῇσι νηυσὶ ἅμα Λευτυχίδῃ τῷ Λακεδαιμονίῳ ἀπικόμενοι , ἦλθόν σφι ἄγγελοι ἀπὸ Σάμου Λάμπων τε Θρασυκλέος καὶ Ἀθηναγόρης Ἀρχεστρατίδεω καὶ Ἡγησίστρατος Ἀρισταγόρεω , πεμφθέντες ὑπὸ Σαμίων λάθρῃ τῶν τε Περσέων καὶ τοῦ τυράννου Θεομήστορος τοῦ Ἀνδροδάμαντος , τὸν κατέστησαν Σάμου τύραννον οἱ Πέρσαι .
ἐπελθόντων δὲ σφέων ἐπὶ τοὺς στρατηγοὺς ἔλεγε Ἡγησίστρατος πολλὰ καὶ παντοῖα , ὡς ἢν μοῦνον ἴδωνται αὐτοὺς οἱ Ἴωνες ἀποστήσονται ἀπὸ Περσέων , καὶ ὡς οἱ βάρβαροι οὐκ ὑπομενέουσι · ἢν δὲ καὶ ἂρα ὑπομείνωσι , οὐκ ἑτέρην ἄγρην τοιαύτην εὑρεῖν ἂν αὐτούς · θεούς τε κοινοὺς ἀνακαλέων προέτραπε αὐτοὺς ῥύσασθαι ἄνδρας Ἕλληνας ἐκ δουλοσύνης καὶ ἀπαμῦναι τὸν βάρβαρον · εὐπετές
τε αὐτοῖσι ἔφη ταῦτα γίνεσθαι · τάς τε γὰρ νέας αὐτῶν κακῶς πλέειν καὶ οὐκ ἀξιομάχους κείνοισι εἶναι . αὐτοί τε , εἴ τι ὑποπτεύουσι μὴ δόλῳ αὐτοὺς προάγοιεν , ἕτοιμοι εἶναι ἐν τῇσι νηυσὶ τῇσι ἐκείνων ἀγόμενοι ὅμηροι εἶναι .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.