οἳ δὲ Βαβυλώνιοι ὁρῶντες ἄνδρα τὸν ἐν Πέρσῃσι δοκιμώτατον ῥινός τε καὶ ὤτων ἐστερημένον , μάστιξί τε καὶ αἵματι ἀναπεφυρμένον , πάγχυ ἐλπίσαντες λέγειν μιν ἀληθέα καί σφι ἥκειν σύμμαχον , ἐπιτρέπεσθαι ἕτοιμοι ἦσαν τῶν ἐδέετο σφέων · ἐδέετο δὲ στρατιῆς .
ὁ δὲ ἐπείτε αὐτῶν τοῦτο παρέλαβε , ἐποίεε τά περ τῷ Δαρείῳ συνεθήκατο · ἐξαγαγὼν γὰρ τῇ δεκάτῃ ἡμέρῃ τὴν στρατιὴν τῶν Βαβυλωνίων καὶ κυκλωσάμενος τοὺς χιλίους , τοὺς πρώτους ἐνετείλατο Δαρείῳ τάξαι , τούτους κατεφόνευσε . μαθόντες
δέ μιν οἱ Βαβυλώνιοι τοῖσι ἔπεσι τὰ ἔργα παρεχόμενον ὅμοια , πάγχυ περιχαρέες ἐόντες πᾶν δὴ ἕτοιμοι ἦσαν ὑπηρετέειν . ὁ δὲ διαλιπὼν ἡμέρας τὰς συγκειμένας , αὖτις ἐπιλεξάμενος τῶν Βαβυλωνίων ἐξήγαγε καὶ κατεφόνευσε τῶν Δαρείου στρατιωτέων τοὺς δισχιλίους . ἰδόντες
δὲ καὶ τοῦτο τὸ ἔργον οἱ Βαβυλώνιοι πάντες Ζώπυρον εἶχον ἐν στόμασι αἰνέοντες . ὁ δὲ αὖτις διαλιπὼν τὰς συγκειμένας ἡμέρας ἐξήγαγε ἐς τὸ προειρημένον , καὶ κυκλωσάμενος κατεφόνευσε τοὺς τετρακισχιλίους . ὡς δὲ καὶ τοῦτο κατέργαστο , πάντα δὴ ἦν ἐν τοῖσι Βαβυλωνίοισι Ζώπυρος , καὶ στρατάρχης τε οὗτός σφι καὶ τειχοφύλαξ ἀπεδέδεκτο .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.