καίτοι γε ἐώθασι Ἕλληνες , ὡς πυνθάνομαι , ἀβουλότατα πολέμους ἵστασθαι ὑπό τε ἀγνωμοσύνης καὶ σκαιότητος . ἐπεὰν γὰρ ἀλλήλοισι πόλεμον προείπωσι , ἐξευρόντες τὸ κάλλιστον χωρίον καὶ λειότατον , ἐς τοῦτο κατιόντες μάχονται , ὥστε σὺν κακῷ μεγάλῳ οἱ νικῶντες ἀπαλλάσσονται · περὶ δὲ τῶν ἑσσουμένων οὐδὲ λέγω ἀρχήν · ἐξώλεες γὰρ δὴ γίνονται ·
τοὺς χρῆν ἐόντας ὁμογλώσσους κήρυξί τε διαχρεωμένους καὶ ἀγγέλοισι καταλαμβάνειν τὰς διαφορὰς καὶ παντὶ μᾶλλον ἢ μάχῃσι · εἰ δὲ πάντως ἔδεε πολεμέειν πρὸς ἀλλήλους , ἐξευρίσκειν χρῆν τῇ ἑκάτεροι εἰσὶ δυσχειρωτότατοι καὶ ταύτῃ πειρᾶν . τρόπῳ τοίνυν οὐ χρηστῷ Ἕλληνες διαχρεώμενοι , ἐμέο ἐλάσαντος μέχρι Μακεδονίης γῆς , οὐκ ἦλθον ἐς τούτου λόγον ὥστε μάχεσθαι .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.