ἀλλὰ τάδε μὲν ἤκουσα ἀνδρῶν Κυρηναίων φαμένων ἐλθεῖν τε ἐπὶ τὸ Ἄμμωνος χρηστήριον καὶ ἀπικέσθαι ἐς λόγους Ἐτεάρχῳ τῷ Ἀμμωνίων βασιλέι , καί κως ἐκ λόγων ἄλλων ἀπικέσθαι ἐς λέσχην περὶ τοῦ Νείλου , ὡς οὐδεὶς αὐτοῦ οἶδε τὰς πηγάς , καὶ τὸν Ἐτέαρχον φάναι ἐλθεῖν κοτε παρʼ αὐτὸν Νασαμῶνας ἄνδρας .
τὸ δὲ ἔθνος τοῦτο ἐστὶ μὲν Λιβυκόν , νέμεται δὲ τὴν Σύρτιν τε καὶ τὴν πρὸς ἠῶ χώρην τῆς Σύρτιος οὐκ ἐπὶ πολλόν . ἀπικομένους
δὲ τοὺς Νασαμῶνας καὶ εἰρωτωμένους εἴ τι ἔχουσι πλέον λέγειν περὶ τῶν ἐρήμων τῆς Λιβύης , φάναι παρὰ σφίσι γενέσθαι ἀνδρῶν δυναστέων παῖδας ὑβριστάς , τοὺς ἄλλα τε μηχανᾶσθαι ἀνδρωθέντας περισσὰ καὶ δὴ καὶ ἀποκληρῶσαι πέντε ἑωυτῶν ὀψομένους τὰ ἔρημα τῆς Λιβύης , καὶ εἴ τι πλέον ἴδοιεν τῶν τὰ μακρότατα ἰδομένων . τῆς
γὰρ Λιβύης τὰ μὲν κατὰ τὴν βορηίην θάλασσαν ἀπʼ Αἰγύπτου ἀρξάμενοι μέχρι Σολόεντος ἄκρης , ἣ τελευτᾷ τῆς Λιβύης , παρήκουσι παρὰ πᾶσαν Λίβυες καὶ Λιβύων ἔθνεα πολλά , πλὴν ὅσον Ἕλληνες καὶ Φοίνικες ἔχουσι · τὰ δὲ ὑπὲρ θαλάσσης τε καὶ τῶν ἐπὶ θάλασσαν κατηκόντων ἀνθρώπων , τὰ κατύπερθε θηριώδης ἐστὶ ἡ Λιβύη · τὰ δὲ κατύπερθε τῆς θηριώδεος ψάμμος τε ἐστὶ καὶ ἄνυδρος δεινῶς καὶ ἔρημος πάντων . εἶπαι
ὦν τοὺς νεηνίας ἀποπεμπομένους ὑπὸ τῶν ἡλίκων , ὕδασί τε καὶ σιτίοισι εὖ ἐξηρτυμένους , ἰέναι τὰ πρῶτα μὲν διὰ τῆς οἰκεομένης , ταύτην δὲ διεξελθόντας ἐς τὴν θηριώδεα ἀπικέσθαι , ἐκ δὲ ταύτης τὴν ἔρημον διεξιέναι , τὴν ὁδὸν ποιευμένους πρὸς ζέφυρον ἄνεμον , διεξελθόντας
δὲ χῶρον πολλὸν ψαμμώδεα καὶ ἐν πολλῇσι ἡμέρῃσι ἰδεῖν δή κοτε δένδρεα ἐν πεδίῳ πεφυκότα , καί σφεας προσελθόντας ἅπτεσθαι τοῦ ἐπεόντος ἐπὶ τῶν δενδρέων καρποῦ , ἁπτομένοισι δέ σφι ἐπελθεῖν ἄνδρας μικρούς , μετρίων ἐλάσσονας ἀνδρῶν , λαβόντας δὲ ἄγειν σφέας · φωνῆς δὲ οὔτε τι τῆς ἐκείνων τοὺς Νασαμῶνας γινώσκειν οὔτε τοὺς ἄγοντας τῶν Νασαμώνων · ἄγειν
τε δὴ αὐτοὺς διʼ ἑλέων μεγίστων , καὶ διεξελθόντας ταῦτα ἀπικέσθαι ἐς πόλιν ἐν τῇ πάντας εἶναι τοῖσι ἄγουσι τὸ μέγαθος ἴσους , χρῶμα δὲ μέλανας . παρὰ δὲ τὴν πόλιν ῥέειν ποταμὸν μέγαν , ῥέειν δὲ ἀπὸ ἑσπέρης αὐτὸν πρὸς ἥλιον ἀνατέλλοντα , φαίνεσθαι δὲ ἐν αὐτῷ κροκοδείλους .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.