μετὰ δὲ ταῦτα Σάμον βασιλεὺς Δαρεῖος αἱρέει , πολίων πασέων πρώτην Ἑλληνίδων καὶ βαρβάρων , διὰ τοιήνδε τινὰ αἰτίην . Καμβύσεω τοῦ Κύρου στρατευομένου ἐπʼ Αἴγυπτον ἄλλοι τε συχνοὶ ἐς τὴν Αἴγυπτον ἀπίκοντο Ἑλλήνων , οἳ μέν , ὡς οἰκός , κατʼ ἐμπορίην στρατευόμενοι , οἳ δὲ τινὲς καὶ αὐτῆς τῆς χώρης θεηταί · τῶν ἦν καὶ Συλοσῶν ὁ Αἰάκεος , Πολυκράτεός τε ἐὼν ἀδελφεὸς καὶ φεύγων ἐκ Σάμου .
τοῦτον τὸν Συλοσῶντα κατέλαβε εὐτυχίη τις τοιήδε . λαβὼν χλανίδα καὶ περιβαλόμενος πυρρὴν ἠγόραζε ἐν τῇ Μέμφι · ἰδὼν δὲ αὐτὸν Δαρεῖος , δορυφόρος τε ἐὼν Καμβύσεω καὶ λόγου οὐδενός κω μεγάλου , ἐπεθύμησε τῆς χλανίδος καὶ αὐτὴν προσελθὼν ὠνέετο . ὁ
δὲ Συλοσῶν ὁρέων τὸν Δαρεῖον μεγάλως ἐπιθυμέοντα τῆς χλανίδος , θείῃ τύχῃ χρεώμενος λέγει ἐγὼ ταύτην πωλέω μὲν οὐδενὸς χρήματος , δίδωμι δὲ ἄλλως , εἴ περ οὕτω δεῖ γενέσθαι πάντως τοι . αἰνέσας ταῦτα ὁ Δαρεῖος παραλαμβάνει τὸ εἷμα .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.