ἔστι δὲ ὑπʼ αὐτῶν Καρχηδονίων ὅδε λόγος λεγόμενος , οἰκότι χρεωμένων , ὡς οἱ μὲν βάρβαροι τοῖσι Ἕλλησι ἐν τῇ Σικελίῃ ἐμάχοντο ἐξ ἠοῦς ἀρξάμενοι μέχρι δείλης ὀψίης ( ἐπὶ τοσοῦτο γὰρ λέγεται ἑλκύσαι τὴν σύστασιν) , ὁ δὲ Ἀμίλκας ἐν τούτῳ τῷ χρόνῳ μένων ἐν τῷ στρατοπέδῳ ἐθύετο καὶ ἐκαλλιερέετο ἐπὶ πυρῆς μεγάλης σώματα ὅλα καταγίζων , ἰδὼν δὲ τροπὴν τῶν ἑωυτοῦ γινομένην , ὡς ἔτυχε ἐπισπένδων τοῖσι ἱροῖσι , ὦσε ἑωυτὸν ἐς τὸ πῦρ · οὕτω δὴ κατακαυθέντα ἀφανισθῆναι .
ἀφανισθέντι δὲ Ἀμίλκᾳ τρόπῳ εἴτε τοιούτῳ ὡς Φοίνικες λέγουσι , εἴτε ἑτέρῳ ὡς Καρχηδόνιοι καὶ Συρηκόσιοι , μέν οἱ θύουσι , τοῦτο δὲ μνήματα ἐποίησαν ἐν πάσῃσι τῇσι πόλισι τῶν ἀποικίδων , ἐν αὐτῇ τε μέγιστον Καρχηδόνι .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.