ἀντειρομένων δὲ τὸν βασιλέα τῶν Ἰχθυοφάγων τῆς ζόης καὶ διαίτης πέρι , ἔτεα μὲν ἐς εἴκοσι καὶ ἑκατὸν τοὺς πολλοὺς αὐτῶν ἀπικνέεσθαι , ὑπερβάλλειν δὲ τινὰς καὶ ταῦτα , σίτησιν δὲ εἶναι κρέα τε ἑφθὰ καὶ πόμα γάλα .
θῶμα δὲ ποιευμένων τῶν κατασκόπων περὶ τῶν ἐτέων , ἐπὶ κρήνην σφι ἡγήσασθαι , ἀπʼ ἧς λουόμενοι λιπαρώτεροι ἐγίνοντο , κατά περ εἰ ἐλαίου εἴη · ὄζειν δὲ ἀπʼ αὐτῆς ὡς εἰ ἴων . ἀσθενὲς
δὲ τὸ ὕδωρ τῆς κρήνης ταύτης οὕτω δή τι ἔλεγον εἶναι οἱ κατάσκοποι ὥστε μηδὲν οἷόν τʼ εἶναι ἐπʼ αὐτοῦ ἐπιπλέειν , μήτε ξύλον μήτε τῶν ὅσα ξύλου ἐστὶ ἐλαφρότερα , ἀλλὰ πάντα σφέα χωρέειν ἐς βυσσόν . τὸ δὲ ὕδωρ τοῦτο εἴ σφι ἐστὶ ἀληθέως οἷόν τι λέγεται , διὰ τοῦτο ἂν εἶεν , τούτῳ τὰ πάντα χρεώμενοι , μακρόβιοι . ἀπὸ
τῆς κρήνης δὲ ἀπαλλασσομένων , ἀγαγεῖν σφεας ἐς δεσμωτήριον ἀνδρῶν , ἔνθα τοὺς πάντας ἐν πέδῃσι χρυσέῃσι δεδέσθαι . ἔστι δὲ ἐν τούτοισι τοῖσι Αἰθίοψι πάντων ὁ χαλκὸς σπανιώτατον καὶ τιμιώτατον . θεησάμενοι δὲ καὶ τὸ δεσμωτήριον , ἐθεήσαντο καὶ τὴν τοῦ ἡλίου λεγομένην τράπεζαν .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.