ἐπείτε δὲ ἐπεραιώθη τὸν Ἀράξεα , νυκτὸς ἐπελθούσης εἶδε ὄψιν εὕδων ἐν τῶν Μασσαγετέων τῇ χωρῇ τοιήνδε · ἐδόκεε ὁ Κῦρος ἐν τῷ ὕπνῳ ὁρᾶν τῶν Ὑστάσπεος παίδων τὸν πρεσβύτατον ἔχοντα ἐπὶ τῶν ὤμων πτέρυγας καὶ τουτέων τῇ μὲν τὴν Ἀσίην τῇ δὲ τὴν Εὐρώπην ἐπισκιάζειν .
Ὑστάσπεϊ δὲ τῷ Ἀρσάμεος ἐόντι ἀνδρὶ Ἀχαιμενίδῃ ἦν τῶν παίδων Δαρεῖος πρεσβύτατος , ἐὼν τότε ἡλικίην ἐς εἴκοσί κου μάλιστα ἔτεα , καὶ οὗτος κατελέλειπτο ἐν Πέρσῃσι · οὐ γὰρ εἶχέ κω ἡλικίην στρατεύεσθαι . ἐπεὶ
ὦν δὴ ἐξηγέρθη ὁ Κῦρος , ἐδίδου λόγον ἑωυτῷ περὶ τῆς ὄψιος . ὡς δέ οἱ ἐδόκεε μεγάλη εἶναι ἡ ὄψις , καλέσας Ὑστάσπεα καὶ ἀπολαβὼν μοῦνον εἶπε Ὕστασπες , παῖς σὸς ἐπιβουλεύων ἐμοί τε καὶ τῇ ἐμῇ ἀρχῇ ἑάλωκε . ὡς δὲ ταῦτα ἀτρεκέως οἶδα , ἐγὼ σημανέω · ἐμεῦ
θεοὶ κήδονται καί μοι πάντα προδεικνύουσι τὰ ἐπιφερόμενα . ἤδη ὦν ἐν τῇ παροιχομένῃ νυκτὶ εὕδων εἶδον τῶν σῶν παίδων τὸν πρεσβύτατον ἔχοντα ἐπὶ τῶν ὤμων πτέρυγας καὶ τουτέων τῇ μὲν τὴν Ἀσίην τῇ δὲ τὴν Εὐρώπην ἐπισκιάζειν . οὔκων
ἐστὶ μηχανὴ ἀπὸ τῆς ὄψιος ταύτης οὐδεμία τὸ μὴ ἐκεῖνον ἐπιβουλεύειν ἐμοί · σύ νυν τὴν ταχίστην πορεύεο ὀπίσω ἐς Πέρσας καὶ ποίεε ὅκως , ἐπεὰν ἐγὼ τάδε καταστρεψάμενος ἔλθω ἐκεῖ , ὥς μοι καταστήσεις τὸν παῖδα ἐς ἔλεγχον .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.