μετὰ δὲ ταύτην τελευταίας ἐθεήσαντο τὰς θήκας αὐτῶν , αἳ λέγονται σκευάζεσθαι ἐξ ὑέλου τρόπῳ τοιῷδε ·
ἐπεὰν τὸν νεκρὸν ἰσχνήνωσι , εἴτε δὴ κατά περ Αἰγύπτιοι εἴτε ἄλλως κως , γυψώσαντες ἅπαντα αὐτὸν γραφῇ κοσμέουσι , ἐξομοιεῦντες τὸ εἶδος ἐς τὸ δυνατόν , ἔπειτα δέ οἱ περιιστᾶσι στήλην ἐξ ὑέλου πεποιημένην κοίλην · ἣ δέ σφι πολλὴ καὶ εὐεργὸς ὀρύσσεται . ἐν
μέσῃ δὲ τῇ στήλῃ ἐνεὼν διαφαίνεται ὁ νέκυς , οὔτε ὀδμὴν οὐδεμίαν ἄχαριν παρεχόμενος οὔτε ἄλλο ἀεικὲς οὐδέν , καὶ ἔχει πάντα φανερὰ ὁμοίως αὐτῷ τῷ νέκυϊ . ἐνιαυτὸν
μὲν δὴ ἔχουσι τὴν στήλην ἐν τοῖσι οἰκίοισι οἱ μάλιστα προσήκοντες , πάντων ἀπαρχόμενοι καὶ θυσίας οἱ προσάγοντες · μετὰ δὲ ταῦτα ἐκκομίσαντες ἱστᾶσι περὶ τὴν πόλιν .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.