Σκύθαι μὲν τὸ δεύτερον Ἴωσι πιστεύσαντες λέγειν ἀληθέα ὑπέστρεφον ἐπὶ ζήτησιν τῶν Περσέων , καὶ ἡμάρτανον πάσης τῆς ἐκείνων διεξόδου . αἴτιοι δὲ τούτου αὐτοὶ οἱ Σκύθαι ἐγένοντο , τὰς νομὰς τῶν ἵππων τὰς ταύτῃ διαφθείραντες καὶ τὰ ὕδατα συγχώσαντες . εἰ
γὰρ ταῦτα μὴ ἐποίησαν , παρεῖχε ἄν σφι , εἰ ἐβούλοντο , εὐπετέως ἐξευρεῖν τοὺς Πέρσας . νῦν δὲ τά σφι ἐδόκεε ἄριστα βεβουλεῦσθαι , κατὰ ταῦτα ἐσφάλησαν . Σκύθαι
μέν νυν τῆς σφετέρης χώρης τῇ χιλός τε τοῖσι ἵπποισι καὶ ὕδατα ἦν , ταύτῃ διεξιόντες ἐδίζηντο τοὺς ἀντιπολεμίους , δοκέοντες καὶ ἐκείνους διὰ τοιούτων τὴν ἀπόδρησιν ποιέεσθαι . οἱ δὲ δὴ Πέρσαι τὸν πρότερον ἑωυτῶν γενόμενον στίβον , τοῦτον φυλάσσοντες ἤισαν , καὶ οὕτω μόγις εὗρον τὸν πόρον . οἷα
δὲ νυκτός τε ἀπικόμενοι καὶ λελυμένης τῆς γεφύρης ἐντυχόντες , ἐς πᾶσαν ἀρρωδίην ἀπίκοντο μή σφεας οἱ Ἴωνες ἔωσι ἀπολελοιπότες .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.