ἐπεὶ ὦν ἀπίκατο ἐς τὰς Ἀθήνας πάντες οὗτοι πλὴν Παρίων ʽ Πάριοι δὲ ὑπολειφθέντες ἐν Κύθνῳ ἐκαραδόκεον τὸν πόλεμον κῇ ἀποβήσεταἰ , οἱ δὲ λοιποὶ ὡς ἀπίκοντο ἐς τὸ Φάληρον , ἐνθαῦτα κατέβη αὐτὸς Ξέρξης ἐπὶ τὰς νέας , ἐθέλων σφι συμμῖξαί τε καὶ πυθέσθαι τῶν ἐπιπλεόντων τὰς γνώμας .
ἐπεὶ δὲ ἀπικόμενος προΐζετο , παρῆσαν μετάπεμπτοι οἱ τῶν ἐθνέων τῶν σφετέρων τύραννοι καὶ ταξίαρχοι ἀπὸ τῶν νεῶν , καὶ ἵζοντο ὥς σφι βασιλεὺς ἑκάστῳ τιμὴν ἐδεδώκεε , πρῶτος μὲν ὁ Σιδώνιος βασιλεύς , μετὰ δὲ ὁ Τύριος , ἐπὶ δὲ ὧλλοι . ὡς δὲ κόσμῳ ἐπεξῆς ἵζοντο , πέμψας Ξέρξης Μαρδόνιον εἰρώτα ἀποπειρώμενος ἑκάστου εἰ ναυμαχίην ποιέοιτο .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.