ὡς δὲ ἡ κυρίη ἐγένετο τῶν ἡμερέων τῆς τε κατακλίσιος τοῦ γάμου καὶ ἐκφάσιος αὐτοῦ Κλεισθένεος τὸν κρίνοι ἐκ πάντων , θύσας βοῦς ἑκατὸν ὁ Κλεισθένης εὐώχεε αὐτούς τε τοὺς μνηστῆρας καὶ Σικυωνίους πάντας .
ὡς δὲ ἀπὸ δείπνου ἐγίνοντο , οἱ μνηστῆρες ἔριν εἶχον ἀμφί τε μουσικῇ καὶ τῷ λεγομένῳ ἐς τὸ μέσον . προϊούσης δὲ τῆς πόσιος κατέχων πολλὸν τοὺς ἄλλους ὁ Ἱπποκλείδης ἐκέλευσέ οἱ τὸν αὐλητὴν αὐλῆσαι ἐμμελείην , πειθομένου δὲ τοῦ αὐλητέω ὀρχήσατο . καί κως ἑωυτῷ μὲν ἀρεστῶς ὀρχέετο , ὁ Κλεισθένης δὲ ὁρέων ὅλον τὸ πρῆγμα ὑπώπτευε . μετὰ
δὲ ἐπισχὼν ὁ Ἱπποκλείδης χρόνον ἐκέλευσε τινὰ τράπεζαν ἐσενεῖκαι , ἐσελθούσης δὲ τῆς τραπέζης πρῶτα μὲν ἐπʼ αὐτῆς ὀρχήσατο Λακωνικὰ σχημάτια , μετὰ δὲ ἄλλα Ἀττικά , τὸ τρίτον δὲ τὴν κεφαλὴν ἐρείσας ἐπὶ τὴν τράπεζαν τοῖσι σκέλεσι ἐχειρονόμησε . Κλεισθένης
δὲ τὰ μὲν πρῶτα καὶ τὰ δεύτερα ὀρχεομένου , ἀποστυγέων γαμβρὸν ἄν οἱ ἔτι γενέσθαι Ἱπποκλείδεα διὰ τήν τε ὄρχησιν καὶ τὴν ἀναιδείην , κατεῖχε ἑωυτόν , οὐ βουλόμενος ἐκραγῆναι ἐς αὐτόν · ὡς δὲ εἶδε τοῖσι σκέλεσι χειρονομήσαντα , οὐκέτι κατέχειν δυνάμενος εἶπε ὦ παῖ Τισάνδρου , ἀπορχήσαό γε μὲν τὸν γάμον . ὁ δὲ Ἱπποκλείδης ὑπολαβὼν εἶπε οὐ φροντὶς Ἱπποκλείδῃ . ἀπὸ τούτου μὲν τοῦτο ὀνομάζεται .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.