σέβονται δὲ Ἀράβιοι πίστις ἀνθρώπων ὅμοια τοῖσι μάλιστα , ποιεῦνται δὲ αὐτὰς τρόπῳ τοιῷδε · τῶν βουλομένων τὰ πιστὰ ποιέεσθαι ἄλλος ἀνήρ , ἀμφοτέρων αὐτῶν ἐν μέσῳ ἑστεώς , λίθῳ ὀξέι τὸ ἔσω τῶν χειρῶν παρὰ τοὺς δακτύλους τοὺς μεγάλους ἐπιτάμνει τῶν ποιευμένων τὰς πίστις , καὶ ἔπειτα λαβὼν ἐκ τοῦ ἱματίου ἑκατέρου κροκύδα ἀλείφει τῷ αἵματι ἐν μέσῳ κειμένους λίθους ἑπτά · τοῦτο δὲ ποιέων ἐπικαλέει τε τὸν Διόνυσον καὶ τὴν Οὐρανίην .
ἐπιτελέσαντος δὲ τούτου ταῦτα , ὁ τὰς πίστις ποιησάμενος τοῖσι φίλοισι παρεγγυᾷ τὸν ξεῖνον ἢ καὶ τὸν ἀστόν , ἢν πρὸς ἀστὸν ποιέηται · οἱ δὲ φίλοι καὶ αὐτοὶ τὰς πίστις δικαιεῦσι σέβεσθαι . Διόνυσον
δὲ θεῶν μοῦνον καὶ τὴν Οὐρανίην ἡγέονται εἶναι , καὶ τῶν τριχῶν τὴν κουρὴν κείρεσθαι φασὶ κατά περ αὐτὸν τὸν Διόνυσον κεκάρθαι · κείρονται δὲ περιτρόχαλα , ὑποξυρῶντες τοὺς κροτάφους . ὀνομάζουσι δὲ τὸν μὲν Διόνυσον Ὀροτάλτ , τὴν δὲ Οὐρανίην Ἀλιλάτ .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.