οὕτω μὲν μεταβαλόντες εὐνομήθησαν , τῷ δὲ Λυκούργῳ τελευτήσαντι ἱρὸν εἱσάμενοι σέβονται μεγάλως . οἷα δὲ ἐν τε χώρῃ ἀγαθῇ καὶ πλήθεϊ οὐκ ὀλίγων ἀνδρῶν , ἀνά τε ἔδραμον αὐτίκα καὶ εὐθηνήθησαν , καὶ δή σφι οὐκέτι ἀπέχρα ἡσυχίην ἄγειν , ἀλλὰ καταφρονήσαντες Ἀρκάδων κρέσσονες εἶναι ἐχρηστηριάζοντο ἐν Δελφοῖσι ἐπὶ πάσῃ τῇ Ἀρκάδων χωρῇ .
ἡ δὲ Πυθίη σφι χρᾷ τάδε . Ἀρκαδίην
μʼ αἰτεῖς · μέγα μʼ αἰτεῖς · οὐ τοι δώσω .1ἐν Ἀρκαδίῃ βαλανηφάγοι ἄνδρες ἔασιν ,1σʼ ἀποκωλύσουσιν . ἐγὼ δὲ τοι οὔτι μεγαίρω ·1τοί Τεγέην ποσσίκροτον ὀρχήσασθαι1καλὸν πεδίον σχοίνῳ διαμετρήσασθαι .1
ταῦτα ὡς ἀπενειχθέντα ἤκουσαν οἱ Λακεδαιμόνιοι , Ἀρκάδων μὲν τῶν ἄλλων ἀπείχοντο , οἳ δὲ πέδας φερόμενοι ἐπὶ Τεγεήτας ἐστρατεύοντο , χρησμῷ κιβδήλῳ πίσυνοι , ὡς δὴ ἐξανδραποδιούμενοι τοὺς Τεγεήτας . ἑσσωθέντες
δὲ τῇ συμβολῇ , ὅσοι αὐτῶν ἐζωγρήθησαν , πέδας τε ἔχοντες τὰς ἐφέροντο αὐτοὶ καὶ σχοίνῳ διαμετρησάμενοι τὸ πεδίον τὸ Τεγεητέων ἐργάζοντο . αἱ δὲ πέδαι αὗται ἐν τῇσι ἐδεδέατο ἔτι καὶ ἐς ἐμὲ ἦσαν σόαι ἐν Τεγέῃ περὶ τὸν νηὸν τῆς Ἀλέης Ἀθηναίης κρεμάμεναι .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.