Μαιανδρίῳ δὲ τῷ τυράννῳ ἦν ἀδελφεὸς ὑπομαργότερος , τῷ οὔνομα ἦν Χαρίλεως · οὗτος ὅ τι δὴ ἐξαμαρτὼν ἐν γοργύρῃ ἐδέδετο , καὶ δὴ τότε ἐπακούσας τε τὰ πρησσόμενα καὶ διακύψας διὰ τῆς γοργύρης , ὡς εἶδε τοὺς Πέρσας εἰρηναίως κατημένους , ἐβόα τε καὶ ἔφη λέγων Μαιανδρίῳ θέλειν ἐλθεῖν ἐς λόγους .
ἐπακούσας δὲ ὁ Μαιάνδριος λύσαντας αὐτὸν ἐκέλευε ἄγειν παρʼ ἑωυτόν · ὡς δὲ ἄχθη τάχιστα , λοιδορέων τε καὶ κακίζων μιν ἀνέπειθε ἐπιθέσθαι τοῖσι Πέρσῃσι , λέγων τοιάδε . ἐμὲ μέν , ὦ κάκιστε ἀνδρῶν , ἐόντα σεωυτοῦ ἀδελφεὸν καὶ ἀδικήσαντα οὐδὲν ἄξιον δεσμοῦ δήσας γοργύρης ἠξίωσας · ὁρέων δὲ τοὺς Πέρσας ἐκβάλλοντάς τέ σε καὶ ἄνοικον ποιέοντας οὐ τολμᾷς τίσασθαι , οὕτω δή τι ἐόντας εὐπετέας χειρωθῆναι .
εἴ τοι σὺ σφέας καταρρώδηκας , ἐμοὶ δὸς τοὺς ἐπικούρους , καί σφεας ἐγὼ τιμωρήσομαι τῆς ἐνθάδε ἀπίξιος · αὐτὸν δέ σε ἐκπέμψαι ἐκ τῆς νήσου ἕτοιμος εἰμί .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.