ἀπικομένων δὲ ἐς Βραγχίδας ἐχρηστηριάζετο ἐκ πάντων Ἀριστόδικος ἐπειρωτῶν τάδε . ὦναξ , ἦλθε παρʼ ἡμέας ἱκέτης Πακτύης ὁ Λυδός , φεύγων θάνατον βίαιον πρὸς Περσέων · οἳ δέ μιν ἐξαιτέονται , προεῖναι Κυμαίους κελεύοντες .
ἡμεῖς δὲ δειμαίνοντες τὴν Περσέων δύναμιν τὸν ἱκέτην ἐς τόδε οὐ τετολμήκαμεν ἐκδιδόναι , πρὶν ἂν τὸ ἀπὸ σεῦ ἡμῖν δηλωθῇ ἀτρεκέως ὁκότερα ποιέωμεν . ὃ μὲν ταῦτα ἐπειρώτα , ὃ δʼ αὖτις τὸν αὐτόν σφι χρησμὸν ἔφαινε , κελεύων ἐκδιδόναι Πακτύην Πέρσῃσι .
πρὸς ταῦτα ὁ Ἀριστόδικος ἐκ προνοίης ἐποίεε τάδε · περιιὼν τὸν νηὸν κύκλῳ ἐξαίρεε τοὺς στρουθοὺς καὶ ἄλλα ὅσα ἦν νενοσσευμένα ὀρνίθων γένεα ἐν τῷ νηῷ . ποιέοντος δὲ αὐτοῦ ταῦτα λέγεται φωνὴν ἐκ τοῦ ἀδύτου γενέσθαι φέρουσαν μὲν πρὸς τὸν Ἀριστόδικον , λέγουσαν δὲ τάδε ἀνοσιώτατε ἀνθρώπων , τί τάδε τολμᾷς ποιέειν ; τοὺς ἱκέτας μου ἐκ τοῦ νηοῦ κεραΐζεις ;
Ἀριστόδικον δὲ οὐκ ἀπορήσαντα πρὸς ταῦτα εἰπεῖν ὦναξ , αὐτὸς μὲν οὕτω τοῖσι ἱκέτῃσι βοηθέεις , Κυμαίους δὲ κελεύεις τὸν ἱκέτην ἐκδιδόναι ; τὸν δὲ αὖτις ἀμείψασθαι τοῖσιδε ναὶ κελεύω , ἵνα γε ἀσεβήσαντες θᾶσσον ἀπόλησθε , ὡς μὴ τὸ λοιπὸν περὶ ἱκετέων ἐκδόσιος ἔλθητε ἐπὶ τὸ χρηστήριον .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.