Λῆμνον δὲ Μιλτιάδης ὁ Κίμωνος ὧδε ἔσχε . Πελασγοὶ ἐπείτε ἐκ τῆς Ἀττικῆς ὑπὸ Ἀθηναίων ἐξεβλήθησαν , εἴτε ὦν δὴ δικαίως εἴτε ἀδίκως · τοῦτο γὰρ οὐκ ἔχω φράσαι , πλὴν τὰ λεγόμενα , ὅτι Ἑκαταῖος μὲν ὁ Ἡγησάνδρου ἔφησε ἐν τοῖσι λόγοισι λέγων ἀδίκως ·
ἐπείτε γὰρ ἰδεῖν τοὺς Ἀθηναίους τὴν χώρην , τὴν σφίσι αὐτοῖσι ὑπὸ τὸν Ὑμησσὸν ἐοῦσαν ἔδοσαν Πελασγοῖσι οἰκῆσαι μισθὸν τοῦ τείχεος τοῦ περὶ τὴν ἀκρόπολιν κοτὲ ἐληλαμένου , ταύτην ὡς ἰδεῖν τοὺς Ἀθηναίους ἐξεργασμένην εὖ , τὴν πρότερον εἶναι κακήν τε καὶ τοῦ μηδενὸς ἀξίην , λαβεῖν φθόνον τε καὶ ἵμερον τῆς γῆς , καὶ οὕτω ἐξελαύνειν αὐτοὺς οὐδεμίαν ἄλλην πρόφασιν προϊσχομένους τοὺς Ἀθηναίους . ὡς
δὲ αὐτοὶ Ἀθηναῖοι λέγουσι , δικαίως ἐξελάσαι . κατοικημένους γὰρ τοὺς Πελασγοὺς ὑπὸ τῷ Ὑμησσῷ , ἐνθεῦτεν ὁρμωμένους ἀδικέειν τάδε . φοιτᾶν γὰρ αἰεὶ τὰς σφετέρας θυγατέρας τε καὶ τοὺς παῖδας ἐπʼ ὕδωρ ἐπὶ τὴν Ἐννεάκρουνον · οὐ γὰρ εἶναι τοῦτον τὸν χρόνον σφίσι κω οὐδὲ τοῖσι ἄλλοισι Ἕλλησι οἰκέτας · ὅκως δὲ ἔλθοιεν αὗται , τοὺς Πελασγοὺς ὑπὸ ὕβριός τε καὶ ὀλιγωρίης βιᾶσθαι σφέας . καὶ ταῦτα μέντοι σφι οὐκ ἀποχρᾶν ποιέειν , ἀλλὰ τέλος καὶ ἐπιβουλεύοντας ἐπιχείρησιν φανῆναι ἐπʼ αὐτοφώρῳ . ἑωυτοὺς
δὲ γενέσθαι τοσούτῳ ἐκείνων ἄνδρας ἀμείνονας , ὅσῳ , παρεὸν ἑωυτοῖσι ἀποκτεῖναι τοὺς Πελασγούς , ἐπεί σφεας ἔλαβον ἐπιβουλεύοντας , οὐκ ἐθελῆσαι , ἀλλά σφι προειπεῖν ἐκ τῆς γῆς ἐξιέναι . τοὺς δὲ οὕτω δὴ ἐκχωρήσαντας ἄλλα τε σχεῖν χωρία καὶ δὴ καὶ Λῆμνον . ἐκεῖνα μὲν δὴ Ἑκαταῖος ἔλεξε , ταῦτα δὲ Ἀθηναῖοι λέγουσι .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.