ὡς δὲ τοῖσι Ἕλλησι ἐν Πλαταιῇσι κατέστρωντο οἱ βάρβαροι , ἐνθαῦτά σφι ἐπῆλθε γυνὴ αὐτόμολος · ἣ ἐπειδὴ ἔμαθε ἀπολωλότας τοὺς Πέρσας καὶ νικῶντας τοὺς Ἕλληνας , ἐοῦσα παλλακὴ Φαρανδάτεος τοῦ Τεάσπιος ἀνδρὸς Πέρσεω , κοσμησαμένη χρυσῷ πολλῷ καὶ αὐτὴ καὶ ἀμφίπολοι καὶ ἐσθῆτι τῇ καλλίστῃ τῶν παρεουσέων , καταβᾶσα ἐκ τῆς ἁρμαμάξης ἐχώρεε ἐς τοὺς Λακεδαιμονίους ἔτι ἐν τῇσι φονῇσι ἐόντας , ὁρῶσα δὲ πάντα ἐκεῖνα διέποντα Παυσανίην , πρότερόν τε τὸ οὔνομα ἐξεπισταμένη καὶ τὴν πάτρην ὥστε πολλάκις ἀκούσασα , ἔγνω τε τὸν Παυσανίην καὶ λαβομένη τῶν γουνάτων ἔλεγε τάδε .
ὦ βασιλεῦ Σπάρτης , ῥῦσαί με τὴν ἱκέτιν αἰχμαλώτου δουλοσύνης . σὺ γὰρ καὶ ἐς τόδε ὤνησας , τούσδε ἀπολέσας τοὺς οὔτε δαιμόνων οὔτε θεῶν ὄπιν ἔχοντας . εἰμὶ δὲ γένος μὲν Κῴη , θυγάτηρ δὲ Ἡγητορίδεω τοῦ Ἀνταγόρεω · βίῃ δέ με λαβὼν ἐν Κῷ εἶχε ὁ Πέρσης . ὁ δὲ ἀμείβεται τοῖσιδε .
γύναι , θάρσεε καὶ ὡς ἱκέτις καὶ εἰ δὴ πρὸς τούτῳ τυγχάνεις ἀληθέα λέγουσα καὶ εἶς θυγάτηρ Ἡγητορίδεω τοῦ Κῴου , ὃς ἐμοὶ ξεῖνος μάλιστα τυγχάνει ἐὼν τῶν περὶ ἐκείνους τοὺς χώρους οἰκημένων . ταῦτα δὲ εἴπας τότε μὲν ἐπέτρεψε τῶν ἐφόρων τοῖσι παρεοῦσι , ὕστερον δὲ ἀπέπεμψε ἐς Αἴγιναν , ἐς τὴν αὐτὴ ἤθελε ἀπικέσθαι .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.