οἱ δὲ Φωκαιέες , ἐπείτε σφι Χῖοι τὰς νήσους τὰς Οἰνούσσας καλεομένας οὐκ ἐβούλοντο ὠνευμένοισι πωλέειν , δειμαίνοντες μὴ αἳ μὲν ἐμπόριον γένωνται , ἡ δὲ αὐτῶν νῆσος ἀποκληισθῇ τούτου εἵνεκα , πρὸς ταῦτα οἱ Φωκαίες ἐστέλλοντο ἐς Κύρνον · ἐν γὰρ τῇ Κύρνῳ εἴκοσι ἔτεσι πρότερον τούτων ἐκ θεοπροπίου ἀνεστήσαντο πόλιν , τῇ οὔνομα ἦν Ἀλαλίη .
Ἀργανθώνιος δὲ τηνικαῦτα ἤδη τετελευτήκεε . στελλόμενοι δὲ ἐπὶ τὴν Κύρνον , πρῶτα καταπλεύσαντες ἐς τὴν Φωκαίην κατεφόνευσαν τῶν Περσέων τὴν φυλακήν , ἣ ἐφρούρεε παραδεξαμένη παρὰ Ἁρπάγου τὴν πόλιν . μετὰ δέ , ὡς τοῦτο σφι ἐξέργαστο , ἐποιήσαντο ἰσχυρὰς κατάρας τῷ ὑπολειπομένῳ ἑωυτῶν τοῦ στόλου , πρὸς
δὲ ταύτῃσι καὶ μύδρον σιδήρεον κατεπόντωσαν καὶ ὤμοσαν μὴ πρὶν ἐς Φωκαίην ἥξειν πρὶν ἢ τὸν μύδρον τοῦτον ἀναφανῆναι . στελλομένων δὲ αὐτῶν ἐπὶ τὴν Κύρνον , ὑπερημίσεας τῶν ἀστῶν ἔλαβε πόθος τε καὶ οἶκτος τῆς πόλιος καὶ τῶν ἠθέων τῆς χώρης , ψευδόρκιοι δὲ γενόμενοι ἀπέπλεον ὀπίσω ἐς τὴν Φωκαίην . οἳ δὲ αὐτῶν τὸ ὅρκιον ἐφύλασσον , ἀερθέντες ἐκ τῶν Οἰνουσσέων ἔπλεον .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.